Galenus. In Hippocratis De natura hominis commentaria libr. I-II (In Hipp. De nat. hom. comm.) [n° 090 Fichtner] [GalLat]

Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
Mewaldt, 1914.
Hippocratis De natura hominis et Galeni in eum commentarius, 1828, vol. 15, p. 1-173. urn:cts:greekLit:tlg0057.tlg085.verbatim-lat1

Hippocratis De natura hominis et Galeni in eum commentarius, 1.24, ed. Kühn, 1828, vol. 15, p. 65-67. urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1:1.24


5. Φημὶ δὴ εἶναι αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήν τε καὶ
6. μέλαιναν· καὶ τουτέων μὲν πρῶτον κατὰ νόμον τὰ ὀνόματα
7. διωρίσθαι φημὶ καὶ οὐδενὶ αὐτέων τωὐτὸ ὄνομα
8. εἶναι, ἔπειτα κατὰ φύσιν τὰς ἰδέας κεχωρίσθαι, καὶ οὔτε
9. τὸ φλέγμα οὐδὲν ἐοικέναι τῷ αἵματι, οὔτε τὸ αἷμα τῇ
10. χολῇ, οὔτε τὴν χολὴν τῷ φλέγματι. πῶς γὰρ ἂν ἐοικότα
11. εἴη ταῦτα ἀλλήλοισιν, ὧν οὔτε τὰ χρώματα ὅμοια
12. φαίνεται προσορώμενα, οὔτε τῇ χειρὶ ψαύοντι ὅμοια δοκέει
13. εἶναι; οὔτε γὰρ θερμὰ ὁμοίως ἐστὶν, οὔτε ψυχρὰ,
14. οὔτε ξηρὰ, οὔτε ὑγρά.

16. Καὶ σαφὴς ὁ λόγος αὐτοῦ πᾶς ἐστι καὶ ἀποδείκνυσιν ὃ
17. προὔθετο. κατὰ μὲν γὰρ τὴν προκειμένην ταύτην ῥῆσιν
18. ἔδειξε τέτταρας εἶναι χυμοὺς ἐν τῷ σώματι διαφέροντας
1. ἀλλήλων· ἐν δὲ ταῖς ἐφεξῆς, ὅτι καὶ κατὰ φύσιν εἰσὶν οὗτοι
2. πάντες, οὐχ εἶς ἐξ αὐτῶν. ἀλλ᾿ ἔν γε τῇ προκειμένῃ ταύτῃ
3. ῥήσει καὶ χροίᾳ καὶ συστάσει καὶ θερμότητι καὶ ψυχρότητι
4. διαφέρειν ἀλλήλων φησὶ τοὺς χυμούς· καὶ γὰρ καὶ φαίνεται
5. σαφῶς ταῦτα· προσκρούεται δὲ ἴσως τισὶ τὸ καὶ ξηρότητι
6. χυμὸν χυμοῦ διαφέρειν, ἁπάντων τῶν χυμῶν ὑγρῶν ὄντων.
7. ἀναιρείτωσαν οὖν οὗτοι τὸ μηδ᾿ ὑγρότητι διαφέρειν αὐτοὺς,
8. εἴπερ γ᾿ ὑγρότερον ἕτερον ἑτέρου συγχωροῦσιν εἶναι. καὶ
9. μέντοι καὶ φαίνεται σαφῶς τοῦτο κατὰ πάντας τοὺς χυμούς.
10. ἥ τε γὰρ ξανθὴ χολὴ πολλάκις μὲν ἐξυγραίνεται
11. σφοδρῶς, ἡνίκα μηδὲ ξανθὸν, ἀλλ᾿ ὠχρὸν αὐτῆς γίγνεται τὸ
12. χρῶμα, πολλάκις δ᾿ ὥσπερ λέκιθος γίγνεται παχεῖα, διότι
13. καὶ λεκιθώδης ὀνομάζεται πρός τινων· ἥ τ᾿ αὖ μέλαινα διὰ
14. παντός ἐστι παχυτέρα τῆς ὠχρᾶς τε καὶ ξανθῆς. οὐκ ὀλίγον
15. δὲ οὐδὲ κατ᾿ αὐτήν ἐστι τὸ μᾶλλόν τε καὶ ἧττον,
16. ὥσπερ γε καὶ τὸ αἷμα. φαίνεται γὰρ τοῦτο, ποτὲ μὲν οὕτως
17. ὑγρὸν, ὡς ῥεῖν, ποτὲ δ᾿ ἱκανῶς παχύ. τὸ φλέγμα δὲ
18. ἔχον τὴν αὐτὴν ἀναλογίαν ἰδεῖν ἐστι τῇ κατὰ τοὺς εἰρημένους
1. χυμούς. ὑπαλλάττεται γὰρ ἐν πάχει καὶ λεπτότητι,
2. ποτὲ μὲν ὑδατῶδες ὂν, ἔστι δ᾿ ὅτε παχυνόμενον, ὡς ἐοικέναι
3. πύῳ. συμβαίνει δὲ τοῦτο τοῖς χυμοῖς, ὡς ἂν οὐκ οὖσιν
4. ὄντως στοιχείοις, ὥσπερ ὕδωρ καὶ γῆ καὶ ἀὴρ καὶ πῦρ
5. ἐστιν. ἕκαστος γὰρ αὐτῶν ἐκ τῶν τεττάρων τούτων γέγονεν,
6. ἐπικρατοῦντος ἄλλου κατ᾿ ἄλλο αὐτῶν, ὡς δὴ πολλάκις
7. ἐμάθετε.

Cliquer un n° de page pour en afficher l’image