Galenus. In Hippocratis De natura hominis commentaria libr. I-II (In Hipp. De nat. hom. comm.) [n° 090 Fichtner] [GalLat]

Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
Mewaldt, 1914.
Hippocratis De natura hominis et Galeni in eum commentarius, 1828, vol. 15, p. 1-173. urn:cts:greekLit:tlg0057.tlg085.verbatim-lat1

Hippocratis De natura hominis et Galeni in eum commentarius, 1.25, ed. Kühn, 1828, vol. 15, p. 67-69. urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1:1.25


10. Ἀνάγκη τοίνυν, ὅτε τοσοῦτον διήλλακται τὴν ἰδέην τε καὶ
11. τὴν δύναμιν ἀλλήλων, μὴ ἓν αὐτὰ εἶναι, εἴπερ μὴ πῦρ
12. τε καὶ ὕδωρ ἓν καὶ ταυτόν ἐστιν.

14. Ἀλλόκοτος μὲν ἡ δόξα τῶν ἡγουμένων ἓν εἶναι τὸν
15. ἄνθρωπον, ὅμως ὁ Ἱπποκράτης ἀντιλέγων αὐτῇ φαίνεται
16. διὰ σπουδῆς ἴσως τινῶν κατ᾿ αὐτὸν ὄντων ἐπιφανῶν ἀνδρῶν,
17. οἳ ταύτην ἐπρέσβευον τὴν δόξαν. ὅπου γὰρ καὶ
18. συγγράμματα πλεῖστα παλαιῶν ἀνδρῶν οὐκέτι σώζεται, πολὺ
19. δὴ μᾶλλον οὐδὲ τὰς ἀγράφους δόξας εἰκός ἐστιν αὐτῶν
1. διασώζεσθαι, καὶ μάλισθ᾿ ὅτι μηδ᾿ ἔγραψαν ἔνιοι σύγγραμμα
2. μηδὲν, ὥσπερ Σωκράτης καὶ ὁ Πυθαγόρας καὶ τῶν
3. καθ᾿ ἡμᾶς ἐνδόξων ἰατρῶν Κόϊντος. ἔτι δὲ μᾶλλόν ἐστι
4. πιστεῦσαι πολλοὺς ἄνδρας ἐπιφανεῖς γεγονέναι ζῶντας,
5. ἀποθανόντων δ᾿ αὐτῶν ἀπολωλέναι τὰς περὶ τῶν δογμάτων
6. ὑπολήψεις, ὁπότε καὶ Πλάτωνος τοσαῦτα συγγράμματα
7. γράψαντος ὅμως οἱ μαθηταὶ λέγουσιν εἶναί τινα
8. παρὰ τὰ γεγραμμένα τῶν ἀγράφων δογμάτων αὐτοῦ. ὥσπερ
9. δὲ τοῖς μαθηταῖς ἄγραφα δόγματα λέγουσιν εἶναι πιστεύομεν,
10. οὕτω καὶ τῷ Ἱπποκράτει πιστεύομεν εἶναί τινας, οἳ
11. γῆν μόνην ἔλεγον εἶναι κοινὸν ἁπάντων στοιχεῖον, ἐν ἀνθρώπῳ
12. δὲ χολὴν, ἢ φλέγμα. καὶ γὰρ καὶ νῦν οἶδά τινας
13. ἄλλα γράφοντας, ὧν τὰ συγγράμματα τοῖς μὲν ἤδη συναπέθανε,
14. τοῖς δὲ συντεθνήξεται, καθάπερ καὶ τοῦ λέγοντος
15. ἁπάντων εἶναι μητέρα καὶ τιθήνην καὶ ἀρχὴν καὶ στοιχεῖον
16. τὴν γῆν· αὐτὴν γὰρ καὶ τὸν οὐρανὸν γεννῆσαι, καθάπερ
17. Ἡσίοδός φησι, καὶ τὰ ζῶα τὰ κατ᾿ αὐτήν. καὶ τῶν Ἀρχιγενείων
18. δέ τις, ἀνὴρ οὐ φαυλότατος, ἐπέπειστο μήτ᾿ ἐν
1. ταῖς εἰσπνοαῖς εἴσω τοῦ σώματος ἰέναι τὸν ἀέρα μήτ᾿ ἐν
2. ταῖς ἐκπνοαῖς ἔξω. καὶ ἄλλος τις ἐβούλετο τὸν πρῶτον
3. καὶ στοιχειώδη χυμὸν εἶναι φλέγμα. μὴ τοίνυν ζητήσωμεν
4. ὀνόματα τῶν τὰς ἀλλοκότους δόξας ταύτας πρῶτον ἀποφηναμένων.
5. εἰ γὰρ ὅτι Θαλῆς ἀπεφήνατο στοιχεῖον μόνον
6. εἶναι τὸ ὕδωρ ἐκ συγγράμματος αὐτοῦ δεικνύναι οὐκ ἔχομεν,
7. ἀλλ᾿ ὅμως ἅπασι καὶ τοῦτο πεπίστευται.

Cliquer un n° de page pour en afficher l’image