10. Γνοίης δ᾿ ἂν τοῖσδε ὅτι οὐχ ἓν ταῦτα πάντα ἐστὶν, ἀλλ᾿
11. ἕκαστον αὐτέων ἔχει δύναμίν τε καὶ φύσιν τὴν ἑωυτέου.
12. ἢν γάρ τινι διδῷς ἀνθρώπῳ φάρμακον, ὅ τι φλέγμα ἄγει,
13. ἀπεμέεταί σοι φλέγμα· καὶ ἢν διδῷς φάρμακον, ὅ τι χολὴν
14. ἄγει, ἐμέεταί σοι χολή. κατὰ τὰ αὐτὰ δὲ καὶ χολὴν
15. μέλαιναν καθαίρει, ἢν διδῷς φάρμακον, ὅ τι χολὴν
16. μέλαιναν ἄγει. καὶ ἢν τρώσῃς αὐτέῳ τοῦ σώματος μέρος
17. τι, ὥστε τραῦμα γενέσθαι, ῥυήσεται αὐτέῳ αἷμα. καὶ
1. ταῦτα ποιήσει πάντα σοι πᾶσαν ἡμέρην τε καὶ νύκτα καὶ
2. χειμῶνός τε καὶ θέρεος, μέχρις ἂν δυνατὸς ᾖ
3. τὸ πνεῦμα ἕλκειν ἐς ἑωυτὸν καὶ πάλιν μεθιέναι, δυνατὸς
4. δὲ ἔσται, ἔστ᾿ ἄν τινος τουτέων στερηθῇ τῶν ξυγγεγονότων·
5. ξυγγέγονε δὲ ταῦτα τὰ εἰρημένα. πῶς γὰρ οὐ
6. ξυγγέγονε; πρῶτον μὲν γὰρ φανερῶς ἐστιν ὁ ἄνθρωπος
7. ἔχων ἐν ἑωυτῷ ταῦτα πάντα αἰεὶ, ἕως ἂν ζῇ, ἔπειτα δὲ
8. γέγονεν ἐξ ἀνθρώπου ταῦτα πάντα ἔχοντος, ἔπειτα τέθραπται
9. ἐν ἀνθρώπῳ ταῦτα πάντα ἔχοντι, ὁκόσα ἔγωγε
10. νῦν φημί τε καὶ ἀποδείκνυμι.
12. Ἐν μὲν τῇ προτέρᾳ ῥήσει δέδεικται πρὸς αὐτοῦ
13. σαφῶς τε ἅμα καὶ ἀληθῶς, ὡς ἔχει ἄνθρωπος ἐν ἑαυτῷ
14. πάντα, χολὰς καὶ φλέγμα καὶ αἷμα· κατὰ δὲ τὴν προκειμένην
15. οὐ τοῦτο μόνον ἐπιδεικνύει, ἀλλ᾿ ὅτι καὶ κατὰ φύσιν
16. ἐστὶν, οὐ, καθάπερ ἔνιοί φασιν, ἓν ἐξ αὐτῶν. αἱ μὲν
17. οὖν ἄλλαι δόξαι τῶν ἕνα λεγόντων εἶναι κατὰ φύσιν ἐν τῷ
18. σώματι χυμὸν εὐέλεγκτοι· ἡ δὲ τῶν τὸ αἷμα φασκόντων
1. οὐκ εὐκαταφρόνητος, ἀλλὰ μεγάλου τινὸς ἀγῶνος δεῖται πρὸς
2. τὸ καταβάλλειν αὐτήν. ἐνστήσασθαι δὲ καιρὸς ἤδη τὴν
3. ἀρχὴν ἀπὸ τοῦ πρόσθεν εἰρημένου τῷ ἀνδρὶ ποιησαμένους.
4. λέγει δὲ ᾧδέ πως. Ἀξιῶ δ᾿ ἔγωγε τὸν λέγοντα αἷμα μοῦνον
5. εἶναι τὸν ἄνθρωπον καὶ ἄλλο μηδὲν δεικνύναι αὐτὸν
6. μὴ μεταλλάσσοντα τὴν ἰδέην μηδὲ γίγνεσθαι παντοῖον, ἀλλ᾿
7. ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ, ἢ τῆς ἡλικίης τοῦ ἀνθρώπου,
8. ἐν ᾗ αἷμα ἓν ἐὸν φαίνεται μοῦνον ἐν τῷ ἀνθρώπῳ. εἰκὸς
9. γάρ ἐστιν εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐφ᾿
10. ἑωυτῷ ἓν ἐόν. Ἐὰν οὖν τούτῳ τῷ λόγῳ προσθήσῃς τὸ
11. κατὰ τὴν νῦν ἡμῖν προκειμένην ῥῆσιν ἀποδεικνύμενον, ὁλόκληρον
12. ἐργάσῃ τὸ δόγμα τοῦ Ἱπποκράτους· ἀποδείκνυται
13. γὰρ ἐνταῦθα μήτε ὥραν μίαν ἐνὸν εἶναί τινα τοιαύτην
14. μήθ᾿ ἡλικίαν, ἐν ᾗ τὸν ἄνθρωπον ἐπιδείξει τις οὐ|μετέχοντα
15. τῶν ἄλλων χυμῶν. ἀλλὰ καὶ διὰ τῶν καθάρσεων. καὶ γὰρ
16. ἂν δῷς τινι φάρμακον ἤτοι χολὴν ἄγον ἢ φλέγμα, κενούμενον
17. ὄψει τὸ πρὸς αὐτοῦ πεφυκὸς ἕλκεσθαι, ὡς ἐν παντὶ
1. καιρῷ πάντων περιεχομένων ἐν τῷ σώματι. τούτῳ δὲ
2. ἐνίστανται τῷ λόγῳ τινὲς οὐ συγχωροῦντες ἕλκειν τὸ καθαρτικὸν
3. ἐκ τοῦ σώματος τὸν οἰκεῖον χυμὸν, ἀλλὰ μεταβάλλειν
4. εἰς ἣν αὐτὸ πέφυκεν ἰδέαν. ἀλλ᾿ ὅτι γε ψευδὴς ὁ
5. λόγος αὐτῶν ἐπιδέδεικται μὲν ἡμῖν καθ᾿ ἓν ὑπόμνημα περὶ
6. τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως ἐπιγεγραμμένον,
7. εἰρήσθω δὲ καὶ νῦν ἕν τι τῶν ἐν ἐκείνῳ λελεγμένων ἕνεκα
8. παραδείγματος. ἐθεάσασθε γὰρ ἐπ᾿ αὐτῶν τῶν ἔργων τῆς
9. τέχνης οὐκ ὀλιγάκις ἐλεγχομένους τοὺς μὴ συγχωροῦντας
10. ἕλκεσθαι τὸ κενούμενον ὑπὸ τῶν καθαιρόντων φαρμάκων,
11. οἷον οἱ ὑδεριῶντες τῷ ἀσκίτῃ καλουμένῳ λαβόντες μὲν
12. ὑδραγωγὸν φάρμακον ἐκκενοῦνται πλῆθος οὐκ ὀλίγον ὑδατώδους
13. ὑγρότητος καὶ προστέλλονται τὸν ὄγκον τῆς γαστρός.
14. εἰ δὲ χολῆς ξανθῆς ἢ μελαίνης ἀγωγὸν αὐτοῖς τις δοίη
15. φάρμακον, ὀλιγοστόν τ᾿ ἐκκενοῖ τὸν χυμὸν, ὅ τ᾿ ὄγκος αὐτοῖς
16. τῆς γαστρὸς οὐ μόνον οὐδὲν ἐλάττων, ἀλλὰ καὶ μείζων
17. γίνεται. τοὐναντίον δὲ συμβαῖνον ἐπὶ τῶν δι᾿ ἔμφραξιν
18. ἥπατος ἰκτεριώντων ἐθεάσασθε. προεκφραχθέντος γὰρ αὐτοῖς
1. τοῦ σπλάχνου διὰ τῶν τοῦτο δρᾷν δυναμένων φαρμάκων,
2. ὅταν ἐπιδοθῇ τὸ χολαγωγὸν, ἥ τε κένωσις παμπόλλη
3. γίνεται τοῦ πλεονάζοντος χυμοῦ, παύεταί τε παραχρῆμα τὸ
4. πάθημα. τὸ δὲ τούτοις ἀνάλογον ἴστε κἀπὶ τῶν ὑπὸ φλέγματος
5. ἢ χολῆς μελαίνης ἐνοχλουμένων γινόμενον· καὶ γὰρ
6. κενοῦται πάμπολυς ὁ λυπῶν χυμὸς, οἵ τε κάμνοντες ὀνίνανται
7. μεγάλως. εἰ τοίνυν ἕλκονται μὲν ἐκ τῶν καθαρτικῶν
8. τοιαῦτα, τὰ δὲ φάρμακα κατὰ πᾶσαν ἡλικίαν τε καὶ ὥραν
9. καθαίρει, διὰ παντός εἰσιν οἱ τέτταρες χυμοὶ κατὰ σῶμα
10. τἀνθρώπου. ἐχρῆν γὰρ, καθάπερ ἔμπροσθεν ἐλέχθη, κἂν
11. μίαν γοῦν τινα ὥραν τοῦ ἐνιαυτοῦ ἢ τῆς ἡλικίας τοῦ ἀνθρώπου
12. φαίνεσθαι μόνον ἔχουσαν τὸ αἷμα, τῆς δόξης ἀληθοῦς
13. ὑποτεθείσης εἶναι τῶν ἀποφηναμένων αἷμα μόνον εἶναι
14. τὴν τοῦ ἀνθρώπου φύσιν, ὅπερ ἐστὶ ταὐτὸν τῷ ἐξ
15. αἵματος μόνου διαπεπλάσθαι πάντ᾿ αὐτοῦ τὰ μόρια τρέφεσθαί
16. τε διὰ παντὸς αἵματι μόνῳ. διττῶς δὲ τοῦ αἵματος
17. λεγομένου, τοῦ μὲν, ὅπερ ἐν ταῖς φλεβοτομίαις καὶ τοῖς
18. τρώμασι κενούμενον φαίνεται, μετέχοντος, ὡς ἐδείκνυμεν,
1. ἀμφοτέρων τε τῶν χολῶν καὶ τοῦ φλέγματος, ἑτέρου δὲ τοῦ
2. καθαροῦ τε καὶ εἰλικρινοῦς ἀμίκτου τε τῶν ἄλλων χυμῶν,
3. ἐκ μὲν τοῦ κατὰ τὸ πρότερον σημαινόμενον αἵματος ἀληθὲς
4. ἴσως ἐστὶ διαπλάττεσθαι τὸ κυούμενον, ἐκ δὲ τοῦ κατὰ
5. τὸ δεύτερον οὐκ ἀληθές· οὐδέποτε γὰρ ἐν ταῖς κυούσαις
6. μόνον γίγνεται τοῦτο. διὰ τί δὲ προσέθηκα τῷ λόγῳ τὸ
7. ἴσως, οἶμαι γινώσκειν ὑμᾶς. ἐν γὰρ τοῖς περὶ σπέρματος
8. ὑπομνήμασιν ἐδείχθη τὰ πλεῖστα μόρια τοῦ σώματος ἐκ
9. τοῦ σπέρματος γιγνόμενα, μόνων τῶν σαρκωδῶν ἐξ αἵματος
10. διαπλασσομένων. ἀλλ᾿ ἐπεὶ μὲν τοῦ σπέρματος ὀλίγος ἐστὶν
11. ὁ καταβαλλόμενος εἰς τὰς μήτρας ὄγκος, ἡ τροφὴ δὲ αὐτῷ
12. καὶ ἡ αὔξησις ἐκ τοῦ αἵματος γίγνεται, διὰ ταῦτ᾿ ἄν τις
13. ὀλίγου δεῖν ἐξ αἵματος φαίη διαπλάττεσθαι τὰ μόρια; καθ᾿
14. ὅσον δὲ τὸ σπέρμα τὴν γένεσιν ἐξ αἵματος ἔσχε, κατὰ
15. τοῦτο ἄν τις ἐξ αἵματος εἶναι λέγων τὴν γένεσιν τοῦ κυουμένου
16. δόξειεν ἀληθεύειν, ἀλλ᾿ οὐκ ἐξ εἰλικρινοῦς αἵματος
17. ἀμίκτου τῶν ἄλλων χυμῶν, ἀλλ᾿ ἐκ τοῦ κατ᾿ ἐπικράτειαν
18. ὠνομασμένου. τοιαύτη μέν τίς ἐστιν ἡ ὅλη διάνοια τῆς
1. προκειμένης ῥήσεως. τῶν δὲ κατὰ μέρος ἐν αὐτῇ πρῶτον
2. μὲν ἐπισημήνασθαι προσήκει τὸ κοινὸν οὐ μόνον ἰατρῶν
3. ἔθος, ἀλλὰ καὶ πάντων Ἑλλήνων ὀνομαζόντων χολὴν ἄνευ
4. προσθήκης, ὅταν τὴν ὠχρὰν ἢ τὴν ξανθὴν δηλῶσαι βουληθῶσιν.
5. ὅτι δὲ ταῦτα ἄμφω ὀνόματα καθ᾿ ἕν εἶδος χυμοῦ
6. λέγεται διαφέροντος ὑγρότητι καὶ ξηρότητι, μικρὸν ἔμπροσθεν
7. εἴρηταί μοι. τὰς δὲ ἄλλας ἁπάσας χολὰς μετὰ
8. προσθήκης ὀνομάζουσιν ἰώδη καλοῦντες, ἢ μέλαιναν, ἢ ἐρυθρὰν,
9. ἢ πρασοειδῆ. δεύτερον δ᾿ ἐπὶ τῷδε κατὰ τὴν προκειμένην
10. ῥῆσιν ἐπισημήνασθαι προσῆκον· ἔνθα φησί· μέχρις
11. ἂν ἕλκειν δυνατὸς ᾖ τὸ πνεῦμα εἰς ἑωυτὸν καὶ πάλιν
12. μεθιέναι. δῆλον γάρ ἐστι τὴν μὲν εἰσπνοὴν ἑλκόντων τῶν
13. ἀναπνευστικῶν ὀργάνων τὸν ἔξωθεν ἀέρα βούλεσθαι γιγνομένην,
14. τὴν δ᾿ ἐκπνοὴν μεθιέντων. εἶτα τρίτον, ἔνθα φησίν·
15. ἔστ᾿ ἄν τινος στερηθῇ τῶν ξυγγεγονότων. βούλεται γὰρ οὐ
16. μόνον ὅταν αἵματος στερηθῇ τὸ ζῶον ἀποθνήσκειν, ἀλλὰ
17. καὶ φλέγματος, ἢ ξανθῆς, ἢ μελαίνης χολῆς.