2. Οἱ δὲ λέγοντες ὡς ἕν ἐστιν ὁ ἄνθρωπος, δοκέουσί μοι ταύτῃ
3. τῇ γνώμῃ κεχρῆσθαι. ὁρέοντες τοὺς πίνοντας τὰ φάρμακα
4. καὶ ἀπολλυμένους ἐν τῇσιν ὑπερκαθάρσεσι τοὺς
5. μὲν χολὴν ἐμέοντας, τοὺς δέ τινας φλέγμα, τοῦτο
6. ἕκαστον αὐτέων ἐνόμισαν εἶναι τὸν ἄνθρωπον, ὅ τι
7. καθαιρόμενον αὐτὸν ἴδον ἀποθανόντα. καὶ οἱ τὸ αἷμα
8. φάντες εἶναι τὸν ἄνθρωπον τῇ αὐτέῃ γνώμῃ χρέονται·
9. ὁρέοντες ἀποσφαζομένους τοὺς ἀνθρώπους καὶ τὸ αἷμα
10. ῥέον ἐκ τοῦ σώματος τοῦτο νομίζουσιν εἶναι τὴν ψυχὴν
11. ἐν τῷ ἀνθρώπῳ. καὶ μαρτυρίοισι τουτέοισι πάντες χρέονται
12. ἐν τοῖσι λόγοισιν.
14. Οἱ δὲ λέγοντες, φησὶν, ὡς ἕν ἐστιν ὁ ἄνθρωπος,
15. ὡς πολλῶν ὄντων τῶν λεγόντων, οὐχ ἑνός. ἐξ ὧν δ᾿
16. οὖν ἑαυτοὺς ἐπεπείκεισαν οἱ τῶν τεττάρων χυμῶν ἕνα τινὰ
17. νομίσαντες ἱκανὸν εἶναι γεννῆσαι τὸν ἄνθρωπον, αὐτὸς ὁ
18. Ἱπποκράτης ἐδήλωσεν, ἀπιθάνων μὲν ἡμῖν, ὡς ἔφην, ἐκείνοις
1. δὲ δηλονότι πιθανῶν φαινομένων. ἐν γὰρ ταῖς ὑπερκαθάρσεσιν
2. ἄλλος ἄλλον ὑπ᾿ ἄλλου καὶ ἄλλου χυμοῦ τελέως
3. ἐκκενωθέντος ὁρῶντες ἀπολλύμενον ἐκεῖνον μόνον ἐνόμισαν
4. εἶναι τὸν χυμὸν τὴν φύσιν ἀνθρώπου.