7. Καίτοι πρῶτον μὲν ἐν τῇσιν ὑπερκαθάρσεσιν οὐδείς
8. που ἀπέθανε χολὴν μούνην καθαρθείς· ἀλλ᾿ ὁκόταν πίῃ
9. τις φάρμακον, ὅ τι χολὴν ἄγει, πρῶτον τὴν χολὴν ἐμέει,
10. ἔπειτα δὲ καὶ φλέγμα. ἔπειτα δ᾿ ἐπὶ τῇ χολῇ ἐμέουσι
11. καὶ χολὴν μέλαιναν ἀναγκαζόμενοι, τελευτῶντες δὲ καὶ
12. αἷμα ἐμέουσι καθαρόν.
14. Κἀνταῦθα πάλιν σαφῶς ἐδήλωσε τὸ ἔθος τῶν Ἑλλήνων
15. χολὴν μὲν ὀνομαζόντων πολλάκις ἄνευ προσθήκης τὴν
16. ξανθὴν, τὴν μέλαιναν δὲ μετὰ προσθήκης ἀεί. τὸ δ᾿ ἐν
17. ὅλῃ τῇ ῥήσει δηλούμενον σαφές· οὐδένα γάρ φησιν ἀποθανεῖν
1. ἕνα μόνον χυμὸν ἐκκαθαρθέντα, συνεκκενοῦσθαι γὰρ
2. ἀεὶ καὶ τοὺς ἄλλους αὐτῷ.