5. Τὰ αὐτὰ δὲ πάσχουσι καὶ ὑπὸ τῶν φαρμάκων τῶν τὸ φλέγμα
6. ἀγόντων. πρῶτον μὲν γὰρ φλέγμα ἐμέουσιν, ἔπειτα
7. ξανθὴν χολὴν, ἔπειτα μέλαιναν, τελευτῶντες δὲ αἷμα καθαρὸν,
8. καὶ ἐν τῷδε ἀποθνήσκουσιν.
10. Μετὰ τὸ κενωθῆναι τὸν οἰκεῖον τῷ καθαρτικῷ φαρμάκῳ
11. χυμὸν ἐφεξῆς αὐτῷ πρῶτος ὁ τῶν ἄλλων εὐαγωγότατος
12. ἕπεται, μετ᾿ ἐκεῖνον δὲ ὁ τὴν δευτέραν ἐν τούτῳ
13. τάξιν ἔχων, κἄπειτα τὸ αἷμα πάντων ὕστατον, ὡς ἂν
14. οἰκειότατος ὢν τῇ φύσει χυμός. ἀσφαλὲς γὰρ φάναι περὶ
15. αὐτοῦ τό γε τοσοῦτο, ὡς εἰ καὶ μὴ μόνος ἐστὶν ἡ φύσις
16. τοῦ ἀνθρώπου, ἀλλ᾿ οἰκειότατός γε ἁπάντων τῶν
17. ἄλλων.