2. Τῶν δὲ ἰητρῶν οἱ μέν τινες λέγουσιν ὡς ὁ ἄνθρωπος αἷμα
3. μοῦνόν ἐστιν, οἱ δὲ αὐτέων χολήν φασιν εἶναι τὸν ἄνθρωπον,
4. ἔνιοι δέ τινες φλέγμα.
6. Ἀντειπὼν ἐν τῷ πρὸ τούτου λόγῳ τοῖς φιλοσόφοις, οἳ
7. ἢ πῦρ μόνον, ἢ ὕδωρ, ἢ γῆν, ἢ ἀέρα τὴν φύσιν εἶναι νομίζουσι
8. τοῦ σώματος ἡμῶν, καὶ ἐπὶ τοὺς ἰατροὺς μετέβη
9. κατὰ τὴν προκειμένην ῥῆσιν, ἐπιδεικνὺς καὶ τούτους ὁμοίως
10. ἁμαρτάνειν ἐκείνοις, ὅσοι νομίζουσιν ἢ αἷμα μόνον εἶναι τὸν
11. ἄνθρωπον, ἢ χολὴν, ἢ φλέγμα. προφανῶς οὖν ἤδη διώρισται
12. τὸ κατὰ τὴν πρώτην ἁπασῶν ῥῆσιν ἀμφίβολον εἶναι
13. δόξαν, οὐ τούτοις τὰ τέτταρα στοιχεῖα τιθεμένοις, ἀλλὰ
14. τοῖς ἕν τι μόνον ἐξ αὐτῶν ἀντιλέγων ἀεὶ φαίνεται. παραλείπεται
15. δ᾿ ἐνταῦθα δόξα τις ἰατρῶν, ἀναλόγως ἔχουσα
16. τῇ τοῦ Μελίσσου, τῶν λεγόντων ἓν εἶναι τὸν ἄνθρωπον,
17. ὃ μεταβάλλον, ἕκαστον τῶν εἰρημένων γίγνεται.