2. Αὔξεται δὲ ἐν τῷ ἀνθρώπῳ τὸ μὲν φλέγμα τοῦ χειμῶνος.
3. τοῦτο γὰρ τῷ χειμῶνι κατὰ φύσιν μάλιστα τῶν ἐν τῷ
4. σώματι ἐνεόντων, ψυχρότατον γάρ ἐστι. τεκμήριον δὲ
5. τουτέου, ὅτι τὸ μὲν φλέγμα ψυχρότατον. εἰ ἐθέλεις ψαῦσαι
6. φλέγματος καὶ χολῆς καὶ αἵματος, τὸ φλέγμα εὑρήσεις
7. ψυχρότατον ἐόν· καίτοι γλισχρότατόν ἐστι καὶ βίῃ μάλιστα
8. ἄγεται μετὰ χολὴν μέλαιναν. ὁκόσα δὲ βίῃ ἄγεται,
9. θερμότερα γίνεται ἀναγκαζόμενα ὑπὸ τῆς βίης. ἀλλὰ
10. ὅμως καὶ πρὸς ταῦτα πάντα ψυχρότατον ἐὸν τὸ φλέγμα
11. φαίνεται ὑπὸ τῆς φύσιος τῆς ἑωυτοῦ. ὅτι δὲ ὁ
12. χειμὼν πληροῖ τὸ σῶμα φλέγματος, γνοίης ἂν τοῖσδε. οἱ
13. ἄνθρωποι πτύουσί τε καὶ ἐκμύσσονται φλεγματωδέστατον
14. τοῦ χειμῶνος, καὶ τὰ οἰδήματα αὐτοῖς λευκότατα γίνεται
15. μάλιστα κατὰ ταύτην τὴν ὥρην καὶ τὰ ἄλλα νοσήματα
16. φλεγματώδεα.
18. Σαφὴς ἡ ῥῆσίς ἐστι καὶ προσέχοντος δεομένη
1. 6
2. τοῦ ἀναγινώσκοντος, οὐκ ἐξηγητοῦ σαφηνίζοντος αὐτήν. τὸ
3. δ᾿ ἐπὶ τῇ τελευτῇ γεγραμμένον, καὶ τὰ ἄλλα νοσήματα φλεγματώδεα·
4. κατὰ μὲν οὖν τὴν τοῦ αὐτοῦ γραφὴν ὁ νοῦς
5. ἔσται τῆς λέξεως τοιοῦτος. τὰ οἰδήματα λευκὰ γίγνεται
6. κατὰ τὸν χειμῶνα· καὶ τὰ ἄλλα δὲ νοσήματα φλεγματώδη
7. γίγνεται κατὰ τοῦτον τὸν χρόνον. ἀμέλει καὶ οἱ πυρετοὶ,
8. καθάπερ ἐν θέρει χολωδέστεροι τοὐπίπαν, οὕτως ἐν χειμῶνι
9. φλεγματωδέστεροι.