12. Τοῦ δὲ ἦρος τὸ φλέγμα ἔτι μένει ἰσχυρὸν ἐν τῷ σώματι
13. καὶ τὸ αἷμα αὔξεται. τά τε γὰρ ψύχεα ἐξανίει καὶ τὰ
14. ὕδατα ἐπιγίνεται, τὸ δὲ αἷμα κατὰ ταῦτα αὔξεται ὑπό τε
15. τῶν ὄμβρων καὶ τῶν θερμημεριῶν. κατὰ φύσιν γὰρ αὐτέῳ
16. ταῦτ᾿ ἔστι μάλιστα τοῦ ἐνιαυτοῦ, ὑγρόν τε γάρ ἐστι
17. καὶ θερμόν. γνοίης δὲ ἂν τοῖσδε. οἱ ἄνθρωποι τοῦ
18. ἦρος καὶ τοῦ θέρεος μάλιστα ὑπό τε τῶν δυσεντεριῶν
19. ἁλίσκονται καὶ ἐκ τῶν ῥινῶν τὸ αἷμα ῥεῖ αὐτέοισι καὶ
20. θερμότατοί εἰσι καὶ ἐρυθρότατοι.
1. Ἔστι μὲν καὶ τῆσδε τῆς ῥήσεως ἡ λέξις σαφής. εἴρηται
2. δ᾿ ἐν τῷ πρώτῳ τῶν περὶ κράσεων ὅτι βέλτιον ἦν τὸ
3. ἔαρ εὔκρατον, οὐχ ὑγρὸν καὶ θερμὸν λέγεσθαι. διά τινά
4. τε τὴν αἰτίαν εἰς τὸ θερμὸν καὶ ὑγρὸν λέγειν αὐτὸ τῶν
5. ἰατρῶν ἔνιοι καὶ τῶν φιλοσόφων ὑπήχθησαν. ὡς ἐν ὥραις
6. μὲν γὰρ τοῦτο λέγουσιν ὑγρὸν καὶ θερμὸν ὡς ἐν γένει, τῶν
7. δ᾿ ἐν σώμασι τὰ ζῶα, ταῦτα μὲν ὡς πρὸς τὰ φυτὰ παραβάλλοντες,
8. τὸ δὲ ἔαρ τῷ φθινοπώρῳ, τὸ ἄριστον ἐν ταῖς
9. ὥραις καὶ, ὡς ἂν εἴποι τις, μόνον ἀκριβῶς κατὰ φύσιν τῷ
10. παρὰ φύσιν ἔχοντι τοῦ δὲ πλεονάζειν αἷμα κατὰ τὸ ἔαρ
11. σὺν τοῖς ἄλλοις γνωρίσμασι καὶ τὸ δυσεντερίας ἔσεσθαι
12. τότε, τὰς αἱματηρὰς δηλονότι λεγομένας, οὐχ ὅσαι διὰ χολὴν
13. ἑλκοῦσι τὰ ἔντερα. λέλεκται δέ μοι περὶ τῆς αἱματηρᾶς
14. ταύτης δυσεντερίας ἐν τῷ τετάρτῳ τῶν εἰς τὸ περὶ
15. ἄρθρων ὑπομνήματι δεικνύντι τὸ πάθημα τοῦτο, πλήθους
16. αἵματος ὄντος ἐν ταῖς φλεψὶν, εἶτα ἐκκρινούσης ἀθρόως
17. τῆς φύσεως διὰ τῶν ἐντέρων, γίγνεσθαι πολλάκις, ὥσπερ
18. καὶ ταῖς γυναιξὶ διὰ μήτρας. ἔνιοι δὲ διὰ ῥινῶν, ἢ δι᾿
1. αἱμοῤῥοΐδων, ἢ ἐμέτων. παρενέθηκε δὲ καὶ τὸ θέρος τῷ
2. ἦρι κατά τε τὸν τῶν δυσεντεριῶν λόγον καὶ τὴν ἐρυθρότητα
3. τῆς χρόας. διὰ γὰρ τὴν ἑαυτοῦ θερμότητα τὸ γεννηθὲν
4. αἷμα κατὰ τὸ ἔαρ ἐρυθράν τε τὴν χρόαν ἐργάζεται τοῦ
5. παντὸς σώματος, ἐκκρίνεταί τε διὰ τῆς ἕδρας ἐνίοις. θερμοὶ
6. δ᾿ ἁπτομένοις οἱ ἄνθρωποι τηνικαῦτα φαίνονται καὶ
7. διὰ τὸ αἷμα μὲν, ἀλλὰ καὶ διὰ τὸ περιέχον.