10. Τοῦ δὲ θέρους τό τε αἷμα ἰσχύει ἔτι καὶ ἡ χολὴ
11. ἀείρεται ἐν τῷ σώματι καὶ παρατείνει ἐς τὸ φθινόπωρον.
12. ἐν δὲ τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίνεται· ἐναντίον
13. γὰρ αὐτέῳ τὸ φθινόπωρον τῇ φύσει ἐστίν· ἡ δὲ
14. χολὴ τὴν θερίην κατέχει τὸ σῶμα καὶ τὸ φθινόπωρον.
15. γνοίης δὲ ἂν τοῖσδε. οἱ ἄνθρωποι αὐτόματοι ταύτην τὴν
16. ὥρην χολὴν ἐμέουσι καὶ ἐν τῇσι φαρμακοποσίῃσι χολωδέστερα
17. καθαίρονται. δῆλον δὲ καὶ τοῖσι πυρετοῖσι καὶ
18. τοῖσι χρώμασι τοῖσι τῶν ἀνθρώπων. τὸ φλέγμα τῆς θερίης
1. ἀσθενέστερόν ἐστιν αὐτὸ ἑωυτοῦ· ἐναντίη γὰρ αὐτέου
2. τῇ φύσει ἐστὶν ἡ ὥρη, ξηρή τε γάρ ἐστι καὶ θερμή.
4. Ἐν τῷ θέρει καὶ μάλιστα κατὰ τὴν ἀρχὴν αὐτοῦ τοῖς
5. πλείστοις αἷμα πλεονάζει τὸ κατὰ τὸ ἔαρ αὐξηθὲν, ὡς ἂν
6. μηδέπω διαπεφορημένον ὑπὸ τῆς τοῦ περιέχοντος θερμότητος.
7. αὔξεται δὲ καὶ χολὴ διὰ τὸ παρὰ φύσιν ἐκθερμαίνεσθαι
8. τὸ σῶμα κατὰ τήνδε τὴν ὥραν. ὠνόμασε δὲ πάλιν
9. ἐνταῦθα χολὴν ἄνευ τοῦ προσθεῖναι τὸ τῆς χρόας ὄνομα
10. τὴν ξανθὴν, οὐδέποτε τὴν μέλαιναν ἁπλῶς ὀνομάζων, ἀλλ᾿
11. ἀεὶ μετὰ τοῦ προσθεῖναι τὸ τῆς χρόας ὄνομα. τὰ δὲ κατὰ
12. μέρος ἐν τῇ ῥήσει δῆλα τοῖς γε προσέχουσι τὸν νοῦν.