15. Τὸ δ᾿ αἷμα τοῦ φθινοπώρου ἐλάχιστον γίγνεται ἐν τῷ ἀνθρώπῳ.
16. ξηρόν τε γάρ ἐστι τὸ φθινόπωρον καὶ ψύχειν
17. ἤδη ἄρχεται τὸν ἄνθρωπον. ἡ δὲ μέλαινα χολὴ τοῦ φθινοπώρου
18. πλείστη τε καὶ ἰσχυροτάτη ἐστί.
1. Κατὰ μὲν τὴν πρὸ ταύτης ῥῆσιν εἴρηται, ἐν τῷ φθινοπώρῳ
2. τὸ μὲν αἷμα ὀλίγον γίγνεται, ἐναντίον γὰρ αὐτοῦ
3. τὸ φθινόπωρον τῇ φύσει ἐστίν. ἡμεῖς δὲ ὅπως ἐναντίον
4. ἐστὶν ἐδιδάξαμεν. εἴπερ γὰρ τὸ μὲν αἷμα θερμὸν καὶ
5. ὑγρόν ἐστιν ὁμοίως τῷ ἦρι, τὸ δὲ φθινόπωρον, ὡς αὐτὸς
6. ἔφη, ξηρόν τέ ἐστι καὶ ψύχειν ἤδη ἄρχεται τὸν ἄνθρωπον,
7. εἰκότως ἐναντίον τ᾿ ἐστὶ τὸ φθινόπωρον τῷ ἦρι καὶ τὸν
8. χυμὸν ἔχει τὸν ἐναντίον τῷ αἵματι πλεονάζοντα, τὸν ξηρὸν
9. καὶ ψυχρόν. ἐγένετο δ᾿ εἰκότως τοιοῦτος διὰ τὸ προκατωπτῆσθαι
10. τοὺς χυμοὺς ἐν τῷ θέρει· τὸ δ᾿ ὑπόλειμμα τῶν
11. ὀπτηθέντων, ὅταν δηλονότι σβεσθῇ τὸ θερμὸν, αὐτίκα
12. γίγνεται ψυχρόν τε καὶ ξηρόν· ψυχρὸν μὲν διὰ τὴν τοῦ
13. θερμοῦ σβέσιν, ξηρὸν δὲ, ὅτι κατὰ τὴν ὄπτησιν ἐξεδαπανήθη
14. πᾶν τὸ ὑγρὸν ἐξ αὐτοῦ.