Galenus. In Hippocratis De natura hominis commentaria libr. I-II (In Hipp. De nat. hom. comm.) [n° 090 Fichtner] [GalLat]

Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
Mewaldt, 1914.
Hippocratis De natura hominis et Galeni in eum commentarius, 1828, vol. 15, p. 1-173. urn:cts:greekLit:tlg0057.tlg085.verbatim-lat1

Hippocratis De natura hominis et Galeni in eum commentarius, 1.35, ed. Kühn, 1828, vol. 15, p. 86-91. urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1:1.35


17. Ὁκόταν δὲ ὁ χειμὼν καταλαμβάνῃ, ἥ τε χολὴ ψυχομένη
18. ὀλίγη γίνεται καὶ τὸ φλέγμα αὔξεται πάλιν ἀπό τε τῶν
19. ὑετῶν τοῦ πλήθεος καὶ ἀπὸ τῶν νυκτῶν τοῦ μήκεος.

1. Τὸν ἐπικρατοῦντα χυμὸν ἐν ἑκάστῃ τῶν τεττάρων
2. ὡρῶν ὅμοιον εἶναι βούλεται κατὰ τὴν κρᾶσιν αὐτῇ
3. τῇ ὥρᾳ· καὶ διὰ τοῦτο ψυχρὸν μὲν καὶ ὑγρὸν ὀνομάζεται
4. τὸ φλέγμα παραπλησίως τῷ χειμῶνι, θερμὸν δὲ καὶ ὑγρὸν
5. τὸ αἷμα, καθάπερ τὸ ἔαρ. τὴν δὲ ξανθὴν χολὴν, ὥσπερ
6. τὸ θέρος, εἶναί φησι θερμὴν καὶ ξηρὰν, καὶ τὴν μέλαιναν
7. ὁμοίως τῷ φθινοπώρῳ ψυχρὰν καὶ ξηράν. ὅτι μὲν οὖν ἐν
8. αἷς εἶπεν ὥραις ἕκαστος τῶν χυμῶν αὔξεται πρόσθεν
9. ἐπιστώσατο· νυνὶ δὲ τὴν αἰτίαν λέγει, δι᾿ ἣν χειμῶνι πλεονάζον
10. ἐστὶ τὸ φλέγμα. ὑπό τε γὰρ τῶν ὑετῶν τοῦ πλήθεος,
11. φησὶ, καὶ τῶν νυκτῶν τοῦ μήκεος, ὅπερ ἐστὶ διὰ τὸ
12. τὴν ὥρην ταύτην ὑπάρχειν ὑγρὰν καὶ ψυχράν. ὑγρὰ μὲν
13. οὖν εἶναι δηλοῦται διὰ τὸ πλῆθος τῶν ὑετῶν, ψυχρὰ δὲ
14. διὰ τὸ μῆκος τῶν νυκτῶν. τῆς γὰρ τοῦ περιέχοντος ἡμᾶς
15. ἀέρος θερμασίας, ἣν ἴσχει κατὰ τὸ θέρος, ὁ ἥλιος αἴτιος,
16. ἐγγύς τε τῶν κατὰ κορυφὴν ἡμῖν ἀφικνούμενος καὶ μακροτέραν
17. τὴν ἡμέραν ποιούμενος. οὕτω δὲ καὶ τῆς ἐν χειμῶνι
18. ψυχρότητος ὁ αὐτὸς αἴτιος λοξὸς καὶ ταπεινὸς ἐν ὀλίγῳ
19. τε χρόνῳ τὴν ὑπὲρ γῆς φορὰν ποιούμενος. ὁ δ᾿ Ἱπποκράτης
1. βούλεται συνδιατίθεσθαι τὰ τῶν ζώων σώματα τῇ τοῦ
2. περιέχοντος ἡμᾶς ἀέρος καταστάσει, ξηραινόμενα μὲν ἐν
3. ταῖς ξηραῖς αὐτοῦ κράσεσιν, ὑγραινόμενα δ᾿ ἐν ταῖς ὑγραῖς,
4. οὕτως δὲ καὶ θερμαινόμενα ἐν ταῖς θερμαῖς, ψυχόμενα δ᾿
5. ἐν ταῖς ψυχραῖς. εἴπερ οὖν ὁ χειμὼν ὑγρὸς καὶ ψυχρός
6. ἐστιν, εὐλόγως ἐν αὐτῷ τὸ φλέγμα πλεονεκτεῖ ψυχρὸν καὶ
7. ὑγρὸν ὑπάρχον. ἔδειξε γὰρ καὶ τοῦτο πρόσθεν αὐτός. ὁμολογεῖν
8. δὲ ὁ λόγος αὐτῷ φαίνεται καὶ ταῖς ἄλλαις ὥραις, ἐν
9. μέν γε τῷ θέρει τῆς ξανθῆς χολῆς πλεοναζούσης, ἐπειδὴ
10. ξηρὰ καὶ θερμὴ τὴν δύναμίν ἐστιν, ἐν ἦρι δὲ τοῦ αἵματος,
11. ὑγροῦ καὶ θερμοῦ χυμοῦ, καὶ γὰρ καὶ τὸ ἔαρ ἔφη θερμὸν
12. εἶναι καὶ ὑγρὸν, ἐν φθινοπώρῳ δὲ τῆς μελαίνης χολῆς,
13. ξηρᾶς ὑπαρχούσης ὁμοίως τῇ ὥρᾳ. ἔστι μὲν οὖν τις οὐ
14. σμικρὰ ζήτησις καὶ περὶ τῆς τοῦ ἦρος κράσεως, ὅπως λέγεται
15. θερμὸν καὶ ὑγρόν· ἣν διῆλθον ἐπιδεικνὺς ἄμεινον
16. εἶναι λέγειν εὔκρατον αὐτό καὶ δῆλον ὅτι καὶ τὸ αἷμα
17. κατὰ τὸν αὐτὸν λόγον οὐ θερμὸν καὶ ὑγρὸν, ἀλλ᾿ εὔκρατον.
18. ἔτι δὲ μείζων ἂν ζήτησις γένοιτο παραλελειμμένη τοῖς ἐξηγησαμένοις
1. τὸ βιβλίον περὶ τοῦ φλέγματος, ὑγροῦ μὲν καὶ ψυχροῦ
2. τὴν σύστασιν ὄντος, ἐν χειμῶσι δὲ γεννωμένου. διὰ τί
3. δὲ ἔφην οὐ σμικρὰν ἔσεσθαι ζήτησιν, ἤδη σοι φράσω. κατὰ
4. τοὺς ἀφορισμοὺς αὐτὸς ὁ Ἱπποκράτης εἶπεν· αἱ κοιλίαι
5. χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι.
6. ἐν ταύτῃσι τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον,
7. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολύ. τροφῆς οὖν πλείονος
8. δεῖται. σημεῖον δὲ αἱ ἡλικίαι καὶ οἱ ἀθληταί. καὶ πάλιν
9. θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος
10. ῥήϊστα, ἦρος δεύτερον. εἴπερ οὖν ἀληθῆ ταῦτά ἐστι
11. γινώσκομέν τε τὸ φλέγμα, ψυχρὸν ὄντα χυμὸν, οὐκ εὔκρατον,
12. ὥσπερ τὸ αἷμα, πῶς ἐν χειμῶνι γενήσεται πλεῖον;
13. ἐχρῆν γὰρ ἐκ τῆς καλῶς πεφθείσης τροφῆς αἷμα
14. γεννᾶσθαι μᾶλλον, οὐ φλέγμα. τίς οὖν ἡ λύσις τῆς ἀπορίας;
15. ἐμοὶ μὲν δοκεῖ, θερμόταται μὲν αἱ κοιλίαι χειμῶνός
16. εἰσι τῷ κατὰ φύσιν θερμῷ, τουτέστιν εὐκρατότατοι. τὰ
17. δὲ μόρια τοῦ σώματος ψύχεται μᾶλλον ἐν χειμῶνι· τισὶ
18. δὲ καὶ ἡ γαστὴρ αὐτὴ δι᾿ ὁδοιπορίαν, ἢ ἔνδειαν ἀμφιεσμάτων,
1. ἢ ἐπιτηδευμάτων ἰδέαν, ἢ τοιοῦτό τι. καταδύεται
2. γοῦν ἅπασα μὲν ἡ τοῦ περιέχοντος ψύξις ἕως πλείστου·
3. τισὶ δὲ καὶ μέχρι τῶν κατὰ τὴν γαστέρα χωρίων, ὡς εἴρηται·
4. ὥστε, κἂν πεφθῇ καλῶς ἐν τῇ κοιλίᾳ τὰ ληφθέντα σιτία,
5. κατά γε τὴν ἐν ἥπατι μεταβολὴν οὐκ ἀκριβῆ τὸν τῆς
6. αἱματώσεως λαμβάνει κόσμον, ἀλλ᾿ ἀποτυγχάνεταί τι κατ᾿
7. αὐτήν. ἔτι δὲ μᾶλλον αἱ καθ᾿ ὅλον τὸ σῶμα φλέβες οὐχ
8. ὁμοίως αὐτὸ μεταβάλλουσιν ἐψυγμέναι. προσέρχεται δὲ
9. τούτῳ καὶ τὸ πλῆθος τῶν ἐδεσμάτων ὦν προσφέρονται χειμῶνος
10. ἅμα ταῖς ποιότησι φλεγματικωτέραις οὔσαις. χέδροπα
11. γὰρ ἐσθίουσιν ἐν χειμῶνι πολλὰ ἄρτου τε πολὺ
12. πλέον ἢ κατὰ τὰς ἄλλας ὥρας, σεμίδαλίν τε καὶ ῥυήματα
13. καὶ λάχανα, γογγυλίδας τε καὶ κρέα πολλὰ, τινὰ μὲν ἄντικρυς
14. φλεγματώδη, καθάπερ τὰ προβάτεια, τινὰ δὲ, εἰ μὴ
15. καλῶς κατεργασθείη, καθάπερ τὰ τῶν ὑῶν καὶ μάλιστα
16. τῶν χοίρων, καὶ βολβοὺς δὲ καὶ κοχλίας καὶ τυρὸν ἄλλα
17. τέ τινα τοιαῦτα πολλὰ δι᾿ ὅλου τοῦ χειμῶνος ἐσθίουσιν
18. ἑτοίμως φλεγματούμενα. καὶ μέντοι καὶ πίνουσι πλεῖστοι
19. τὸν νέον οἶνον, ἐπιτήδειον ὄντα καὶ αὐτὸν εἰς φλέγματος
1. γένεσιν, ὥστε καὶ διὰ ταῦτα φλέγμα πλεονάζει κατὰ τὸν
2. χειμῶνα.

Cliquer un n° de page pour en afficher l’image