5. Ἔχει μὲν οὖν ταῦτα πάντα ἀΐδια τὸ σῶμα τοῦ ἀνθρώπου.
6. ὑπὸ δὲ τῆς ὥρης περιϊσταμένης ποτὲ μὲν πλείω γίγνεται
7. σφοῖν αὐτὰ ἑωυτέων, ποτὲ δὲ ἐλάσσω, ἕκαστα κατὰ
8. μέρος τε καὶ κατὰ φύσιν.
10. Ἅπαντα, φησὶν, ἔχει τὰ εἰρημένα, τουτέστι τοὺς τέσσαρας
11. χυμοὺς, τὸ σῶμα τοῦ ἀνθρώπου διὰ παντὸς τοῦ βίου·
12. τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ ἀΐδια· πλείω δὲ γίγνεται καὶ
13. ἐλάττω ταῦτα κατὰ τὰς τῶν ὡρῶν μεταβολάς. τὸ γὰρ
14. ὑπὸ τῆς ὥρης περιϊσταμένης ταὐτὸ δηλοῖ τῷ μεθισταμένης,
15. ὅπερ ἐστὶ μεταβαλλούσης τε καὶ καθισταμένης εἰς ἑτέραν
16. τινὰ τὴν ἐχομένην αὐτῆς. πλείω δὲ καὶ ἐλάττω ταῦτα γίγνεσθαί
17. φησι κατὰ μέρος τε καὶ κατὰ φύσιν. ἔνιοι μὲν
18. ἤκουσαν τὸ κατὰ μέρος ἐπὶ τῶν τοῦ σώματος εἰρῆσθαι
1. μορίων, ἔνιοι δὲ τὸ ἐναντίον τῷ κατὰ φύσιν, ἵν᾿ ὁ λόγος
2. ᾖ τοιοῦτος· τοὺς εἰρημένους τέτταρας χυμοὺς ἔχει μὲν
3. ἀεὶ τὸ σῶμα τοῦ ἀνθρώπου, πλείους δὲ καὶ ἐλάττους κατά
4. τε τὰ μέρη τοῦ ἐνιαυτοῦ καὶ κατὰ τὴν φύσιν. ὅπερ, ἂν
5. ἐξαλλάξας τις τὴν λέξιν εἴπῃ, τὴν διάνοιαν ἕξει χρησίμην
6. τε καὶ ἀληθῆ. τὸ γὰρ πλῆθος τῶν χυμῶν ὑπαλλάττεται
7. κατά τε τὰς ὥρας κατὰ φύσιν διοικουμένου τοῦ ἐνιαυτοῦ
8. καὶ κατὰ τὰ μέρη τοῦ ὅλου ἐνιαυτοῦ· κἂν μὴ κατὰ φύσιν
9. διοικῆται, διαφορὰ κατὰ τὴν ποσότητα γίγνεται τῶν χυμῶν.
10. ἐγχωρεῖ δὲ καὶ κατὰ τῶν ὡρῶν ἀκοῦσαι τὰ μέρη.