Galenus. In Hippocratis De natura hominis commentaria libr. I-II (In Hipp. De nat. hom. comm.) [n° 090 Fichtner] [GalLat]

Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
Mewaldt, 1914.
Hippocratis De natura hominis et Galeni in eum commentarius, 1828, vol. 15, p. 1-173. urn:cts:greekLit:tlg0057.tlg085.verbatim-lat1

Hippocratis De natura hominis et Galeni in eum commentarius, 1.37, ed. Kühn, 1828, vol. 15, p. 92-95. urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1:1.37


13. Ὥσπερ γὰρ ὁ ἐνιαυτὸς μετέχει μὲν πᾶς πάντων καὶ τῶν
14. θερμῶν καὶ τῶν ψυχρῶν καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν.
15. οὐδὲ γὰρ ἂν μείνειε τουτέων οὐδὲν οὐδένα χρόνον ἄνευ
16. πάντων τῶν ἐνεόντων ἐν τῷδε τῷ κόσμῳ, ἀλλ᾿ εἰ ἕν τι
17. ἐκλίποι, πάντα ἂν ἀφανισθείη. ἀπὸ γὰρ τῆς αὐτέης ἀνάγκης
18. πάντα ξυνέστηκέ τε καὶ τρέφεται ἀπ᾿ ἀλλήλων.

1. Τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν οὐ
2. τὸ κατὰ τὴν ἐπικράτειαν ὀνομαζόμενόν τε καὶ νοούμενον, ἀλλὰ
3. τὸ στοιχειῶδες λέγων καὶ κατὰ τὴν προκειμένην λέξιν ἐδήλωσε
4. τὸν ἐνιαυτὸν εἰπὼν ἅπαντα πάντων μετέχειν. οὐ
5. γὰρ τῶν κατ᾿ ἐπικράτειαν ἁπάντων ἅπας ὁ ἐνιαυτὸς μετέχει,
6. ἀλλὰ τῶν στοιχειωδῶν, ὅλος μὲν χειμὼν ὑγροῦ καὶ
7. ψυχροῦ, τὸ δὲ θέρος τῶν ἐναντίων, ξηροῦ τε καὶ θερμοῦ,
8. ὁ δὲ φθινόπωρος ψυχροῦ τε καὶ ξηροῦ. ἔτι δὲ σαφέστερον
9. ἐδήλωσε τοῦτο κἀν τῷ φάναι διαφθαρήσεσθαι καὶ τὰ
10. ἄλλα φθάσαντος ἑνὸς ἐξ αὐτῶν ἀπολέσθαι, τῶν μὲν γὰρ
11. στοιχείων ἑνὸς ἀπολλυμένου διαφθαρήσεσθαι τὸ ἐξ αὐτῶν
12. συγκείμενον ἀληθὲς φάναι, τῶν δὲ κατ᾿ ἐπικράτειαν οὐκ
13. ἀληθές. αὐτὸ γὰρ τοὐναντίον ἀληθές ἐστιν, ὅταν ἀπόληταί
14. τι τῶν κατ᾿ ἐπικράτειαν λεγομένων, σώζεσθαι τὸ ἀντικείμενον
15. αὐτῷ. θέρους μὲν γὰρ οὐκ ὄντος ὁ χειμών ἐστι,
16. χειμῶνος δὲ τὸ θέρος, καὶ τοῦ μὲν ἦρος τὸ φθινόπωρον,
17. τοῦ δὲ φθινοπώρου τὸ ἔαρ. εἰ δὲ τελέως ἀπόλλυται τὸ θερμὸν
18. στοιχεῖον, παγήσεται μὲν τὸ ὑγρὸν, ὅτι μηκέτι θερμὸν
1. ὑπάρχει, ἀπολεῖται δὲ παντάπασιν ὁ ἥλιος, οὐδὲν δὲ οὔτε
2. φυτὸν οὔτε ζῶον ὑπολειφθήσεται. κατὰ δὲ τὸν αὐτὸν λόγον,
3. εἰ τὸ ψυχρὸν ἀπόλοιτο στοιχεῖον, ἅπαντα πῦρ ἔσται,
4. καὶ εἰ τὸ ξηρὸν, ὕδωρ ἔσται πάντα, καὶ οὕτω διαφθαρήσεται
5. τὰ κατὰ τὸν κόσμον ἅπαντα γεννητὰ σώματα. διὰ
6. τοῦτ᾿ οὖν ἐξ ἀλλήλων ἔφη τρέφεσθαι τὰ κατ᾿ αὐτὸν σώματα
7. στοιχειώδη. τὸ μὲν γὰρ ἀκριβὲς στοιχεῖον ἐπινοεῖται μᾶλλον
8. ἢ ὑπάρχει. τὸ δ᾿ ὀλίγου δεῖν ἐκείνῳ ταὐτὸ ἕν τι τῶν
9. ὑπαρχόντων ἐστίν. ἐὰν γοῦν ἀκριβῶς ὑγρὸν καὶ ψυχρὸν
10. ἐπινοήσῃς γιγνόμενον τὸ ὕδωρ, οὐδὲ ὕδωρ ἔτι φυλαχθήσεται·
11. παγήσεται γὰρ αὐτίκα καὶ στήσεται καὶ ῥέον παύσεται.
12. κἂν τὴν γῆν ὡσαύτης νοήσῃς ἀκριβῶς ξηρὰν καὶ ψυχρὰν,
13. σκληρότερον ἀδάμαντος ἔσται τὸ τοιοῦτο σῶμα. καὶ μὴν
14. εἰ τοιαύτη γένοιτο, τῶν φυτῶν ἡ γένεσις παύσεται· παυσαμένης
15. δ᾿ αὐτῆς καὶ ἡ τῶν ζώων διαφθαρήσεται τροφὴ,
16. καὶ εἴπερ αὐτὴ, δηλονότι καὶ αὐτὰ τὰ ζῶα. κατ᾿ ἐπικράτειαν
17. οὖν νοουμένου στοιχείου τοῦ ξηροῦ καὶ ψυχροῦ καὶ
1. ἡ ἐν τῷ κόσμῳ γῆ λέγεται ξηρὸν εἶναι καὶ ψυχρὸν σῶμα
2. καὶ τὸ ὕδωρ ὑγρόν. ἀλλὰ καὶ αὐτὸ τὸ πῦρ μετέχει τινὸς
3. ἀερώδους οὐσίας, ὥσπερ καὶ καπνώδους, καὶ μέντοι καὶ
4. προφανῶς ὑγρότητος εἰς θρέψιν δεῖται, καθάπερ αἱ κατὰ
5. τοὺς λύχνους φλόγες δηλοῦσι. τὰ τοῦ κόσμου οὖν στοιχεῖα
6. τὴν τροφὴν ἐξ ἀλλήλων ἔχοντά ἐστι καὶ διὰ τοῦτο καὶ ὁ
7. Πλάτων εἶπεν· αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ καὶ
8. φθίσιν παρέχον καὶ πάντα ἐν αὐτῷ καὶ ὑπ᾿ αὐτοῦ καὶ
9. πάσχον καὶ δρῶν ἐκ τέχνης γέγονεν.

Cliquer un n° de page pour en afficher l’image