12. Οὕτω δὲ καὶ εἴ τι ἐκ τοῦ ἀνθρώπου ἐκλίποι τουτέων
13. τῶν συγγεγονότων, οὐκ ἂν δύναιτο ζῇν ὁ ἄνθρωπος.
15. Συγγεγονότα κέκληκε τὸ αἷμα καὶ τὸ φλέγμα καὶ τὰς
16. χολὰς, ἐπειδὴ τὴν πρώτην διάπλασιν ἔσχε τὸ κυούμενον ἐκ
17. τοῦ τῆς μητρὸς αἵματος, ἁπάντων μετέχοντος, αὔξησίν τε
18. καὶ τροφὴν ὁμοίως. ἐὰν μὲν οὖν ἀπόλλυται παντάπασιν ἐκ
19. τοῦ σώματος ἡμῶν ἤτοι τὸ ὑγρὸν, ἢ τὸ ξηρὸν, ἢ τὸ
1. θερμὸν, ἢ τὸ ψυχρὸν, αὐτίκα οἱ χυμοὶ διαφθαρήσονται,
2. κατ᾿ ἐπικράτησιν, οὐκ εἰλικρινῶς οὐδ᾿ ἀκριβῶς ὄντες ὑγροὶ
3. καὶ ξηροὶ καὶ θερμοὶ καὶ ψυχροί. τὸ γοῦν φλέγμα ὑγρὸν
4. καὶ ψυχρὸν εἶναι λέγομεν, οὐχ ὡς μὴ μετέχον τῶν ἐναντίων,
5. ἀλλ᾿ ὡς ἐπικρατούμενον ὑπὸ τούτων. καὶ εἴ γε ψυχρὸν
6. ἀκριβῶς ἦν μόνον, ὡς κρύσταλλος ἂν ἐπεπήγει, καθάπερ
7. γε καὶ εἰ ἀκριβῶς ὑγρὸν ἦν, οὐκ ἂν εἶχε πάχος οὐδὲ γλισχρότητα.
8. κατὰ τὰ αὐτὰ δὲ κἀπὶ τῶν χολῶν· ἥ τε γὰρ
9. ξανθὴ. ξηρὰ ἥ τε μέλαινα ξηρὰ καὶ γεώδης εἶναι λέγεται,
10. μετέχουσα δηλονότι καὶ ὑγρότητος, ἢ οὐκ ἂν ἦν χυμὸς,
11. ἀλλὰ καὶ στερεὸν σῶμα, ὡς ὁ ἀδάμας. οὕτω δὲ καὶ ψυχρὰ
12. λέγεται, διότι πλέον ἐν αὐτῇ ψυχρότητός ἐστιν, ἢ θερμότητος.
13. εἰ γοῦν ἀκριβῶς ἦν ψυχρὰ, κρυστάλλου ἂν δίκην
14. ἐπεπήγει. καὶ τί δεῖ περὶ τούτων λέγειν; αὐτὸ γὰρ τὸ
15. αἷμα τὸ δοκοῦν εὐκρατότατον λέγεται τοιοῦτο, ὅτι μηδὲν
16. ἐπικρατεῖ μεγάλως ἐν αὐτῷ τῶν ἐναντίων ἀλλήλοις, μήτε
17. τὸ θερμὸν τοῦ ψυχροῦ, μήτε τὸ ψυχρὸν τοῦ θερμοῦ, μήτε
18. τὸ ὑγρὸν τοῦ ξηροῦ, μήτε τὸ ξηρὸν τοῦ ὑγροῦ. ἐπεὶ τοίνυν
1. δεῖται καὶ τὸ αἷμα αὐτὸ τῶν τεττάρων ποιοτήτων, ὑγρότητος
2. καὶ ξηρότητος καὶ θερμότητος καὶ ψυχρότητος, εὔδηλον
3. ὅτι καὶ τῆς τῶν ἄλλων χυμῶν δεήσεται μίξεως. καὶ
4. διὰ τοῦτο τὸ εὐκρατότατον αἷμα μεθέξει τι καὶ φλέγματος
5. καὶ χολῆς ξανθῆς καὶ μελαίνης. ἔστι δὲ καὶ ἕτερός τις
6. λόγος φυσικὸς, οὐ σμικρὰν ἔχων πιθανότητα, καθ᾿ ὃν εἰς
7. ἠθῶν ἐπιτηδείων γένεσιν οἱ τέτταρες ἀποδείκνυνται χυμοὶ
8. χρήσιμοι. προαποδεῖξαι δὲ χρὴ πάλιν ἐν αὐτῷ ταῖς τοῦ
9. σώματος κράσεσιν ἑπόμενα τὰ τῆς ψυχῆς ἤθη, περὶ οὗ καὶ
10. ἡμῖν ἑτέρωθι γέγραπται. τούτου τοίνυν ὑποκειμένου τὸ
11. μὲν ὀξὺ καὶ συνετὸν ἐν τῇ ψυχῇ διὰ τὸν χολώδη χυμὸν
12. ἔσται, τὸ δ᾿ ἑδραῖον καὶ βέβαιον διὰ τὸν μελαγχολικὸν, τὸ
13. δ᾿ ἁπλοῦν καὶ ἠλιθιώτερον διὰ τὸ αἷμα. τοῦ δὲ φλέγματος
14. ἡ φύσις εἰς μὲν ἠθοποιΐαν ἄχρηστος, ἀναγκαίαν δὲ
15. φαίνεται τὴν γένεσιν ἔχειν ἐν τῇ πρώτῃ μεταβολῇ τῶν
16. σιτίων.