2. Μαρτύριον δὲ σαφέστατον, εἰ ἐθέλεις δοῦναι τῷ αὐτέῳ
3. ἀνθρώπῳ τὸ αὐτὸ φάρμακον τετράκις τοῦ ἐνιαυτοῦ, ἐμέεταί
4. σοι τοῦ μὲν χειμῶνος φλεγματωδέστατα, τοῦ δὲ ἦρος ὑγρότατα,
5. τοῦ δὲ θέρεος χολωδέστατα, τοῦ δὲ φθινοπώρου μελάντατα.
7. Μαρτύριον δὲ σαφέστατον εἶναί φησι τοῦ προειρημένου
8. λόγου, καθ᾿ ὃν ἐπικρατεῖν ἐν ἑκάστῃ τῶν ὡρῶν
9. ἕνα τινὰ τῶν χυμῶν εἰρήκει, τὸ δοθέντος ἐμετικοῦ φαρμάκου
10. αὐτῷ τετράκις ἐν μὲν τῷ χειμῶνι φλεγματωδέστερον
11. εἶναι τὸν ἔμετον, ὑγρότερον δὲ ἐν ἦρι, καὶ χολωδέστερον
12. μὲν ἐν τῷ θέρει, μελάντερον δὲ ἐν τῷ φθινοπώρῳ.