15. Ὀφείλει οὖν τουτέων οὕτως ἐχόντων, ὁκόσα μὲν τῶν νουσημάτων
16. τοῦ χειμῶνος αὔξεται, θέρεος λήγειν, ὁκόσα δὲ
17. θέρεος αὔξεται, χειμῶνος λήγειν, ὁκόσα μὴ αὐτέων ἐν
18. περιόδῳ ἡμερέων ἀπαλλάσσεται. τὴν δὲ περίοδον αὖθις
1. φράσω τὴν τῶν ἡμερέων. ὁκόσα δὲ ἦρος γίνεται νουσήματα,
2. προσδέχεσθαι χρὴ φθινοπώρου τὴν ἀπάλλαξιν
3. ἔσεσθαι αὐτέων. ὁκόσα δὲ φθινοπωρινὰ νουσήματα, τουτέων
4. τοῦ ἦρος ἀνάγκη τὴν ἀπάλλαξιν γενέσθαι. ὅ τι δ᾿
5. ἂν τὰς ὥρας ταύτας ὑπερβάλλῃ νούσημα, εἰδέναι χρὴ
6. ἐνιαύσιον αὐτὸ ἐσόμενον.
8. Ἡ ἀρχὴ τῆς ῥήσεως διττὴν ἔχει γραφήν. ἐνίων μὲν
9. ὀφείλει, ἐνίων δὲ γραφόντων φιλεῖ γοῦν τουτέων οὕτως
10. ἐχόντων, ἐν ἴσῳ τῷ προσήκει. χρῶνται γὰρ ἐνίοτε τῇ
11. φωνῇ ταύτῃ κᾀπὶ τοῦ προσήκει. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως
12. δῆλα. βούλεται γὰρ αὐτὸς ὅσα χρονίζει νοσήματα καὶ μὴ
13. κατὰ περιόδους ἡμερῶν, ἀλλὰ μηνῶν γίνεται, λύεσθαι ταῦτα
14. κατὰ τὴν ἐναντίαν ὥραν ᾗ συνέστη, τουτέστιν ἑβδόμῳ
15. μηνί. μὴ λυθέντων δ᾿ αὐτῶν, οὕτως ἐνιαύσιον γίγνεσθαί
16. φησι τὸ νόσημα. τὸ δ᾿ ἐνιαύσιον ὄνομα δύναται μὲν δηλοῦν
17. καὶ τὸν μετὰ ἐνιαυτὸν τῆς πρώτης ἑαυτοῦ γενέσεως
18. λυόμενον. δύναται δὲ καὶ τὸ κατὰ περίοδον ἐνιαυτῶν ἑπτὰ,
1. ὡς τὰ μηνῶν. ἔλεγε γοῦν καὶ κατὰ τοὺς ἀφορισμοὺς ᾧδε.
2. τὰ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα
3. ἡμέρῃσι, τὰ δ᾿ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ
4. ἔτεσι, τὰ δὲ πρὸς ἥβην προσάγουσιν.