19. Ἐγὼ δέ φημι, εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτ᾿ ἂν ἤλγεεν.
1. οὐδὲ γὰρ ἂν ἦν ὑφ᾿ ὅτου ἀλγήσειεν ἓν ἐόν. εἰ δ᾿ οὖν καὶ
2. ἀλγήσειεν, ἀνάγκη καὶ τὸ ἰώμενον ἓν εἶναι.
4. Ἔμπροσθεν μὲν αὐτοὺς τοὺς λόγους διέβαλλεν, οὓς
5. ἔλεγον οἱ ἓν εἶναι τὸν ἄνθρωπον ὑπολαβόντες, ἀποδείξας
6. οὐ μόνον ἀναποδείκτους, ἀλλὰ καὶ ἀπιθάνους. τὰ νῦν δὲ
7. τὴν δόξαν αὐτῶν ἀνατρέπει τῶν ἓν οἰομένων εἶναι τὸν ἄνθρωπον.
8. ἔστι δὲ οὐ ταὐτὸ, ἢ λόγον προτεινόμενον ἐλέγχειν,
9. ἢ δόξαν ὡς οὐκ ἀληθῆ διαβάλλειν. ἐνδέχεται γὰρ ἀληθῆ
10. μὲν εἶναι τὴν δόξαν, οὐκ ὀρθῶς δὲ ὑπό τινων συνηγορεῖσθαι
11. καὶ διὰ τοῦτο μὴ τῆς δόξης μὲν τὸν ἔλεγχον, ἀλλὰ
12. τῶν συνηγορησάντων αὐτῇ γεγονέναι. νῦν οὖν ἐάσας τοὺς
13. λόγους αὐτῶν, ἐλέγχει τὴν δόξαν αὐτὴν μόνην ἀφ᾿ ἑαυτῆς,
14. οὐ μόνον ἰσχυροτάτῳ χρησάμενος, ἀλλὰ καὶ βραχυτάτῳ λόγῳ.
15. εἴπερ γὰρ ἓν ἦν ὁ ἄνθρωπος, οὐκ ἂν ἤλγεεν. ὅντινα λόγον
16. ἔφην ἐξελέγχειν καὶ τοὺς ἄτομα καὶ ἄναρμα καὶ ἐλάχιστα
17. στοιχεῖα τιθεμένους. ἓν γὰρ τῷ εἴδει καὶ κατὰ τούτους
1. ἐστὶ τὸ ὄντως ὄν. οὕτω δὲ ὠνόμασται τὸ πρῶτον σῶμα
2. τὸ ἀγέννητόν τε καὶ ἄφθαρτον, ἐπειδὴ τἄλλα πάντα
3. τὴν γένεσιν ἐκ τῆς ἐκείνου συνθέσεως λαμβάνει. γενήσεται
4. γὰρ ἡ ἐκ τούτων δόξα, τὴν γένεσιν ἡμῶν ἐν ποίᾳ συνθέσει
5. τῶν ἀϊδίων ἐκείνων σωμάτων τιθεμένῃ. καθάπερ ἡ Ἱπποκράτους
6. ἐν τῇ κράσει τῶν τεσσάρων στοιχείων, ἣν Ἀριστοτέλης
7. τε καὶ οἱ Στωϊκοὶ προσήκαντο. ὅτι δὲ εἴπερ ἓν
8. ἦν ἁπλοῦν στοιχεῖον, οὐκ ἂν ἤλγει τὸ συγκείμενον ἐκ τοῦ
9. τοιούτου στοιχείου σῶμα, τεκμήριον εἶναί φησι τὸ μηδὲν
10. ἕτερον ὑπάρχειν δεύτερον, εἰς αὐτὸ δρᾶσαι δυνάμενον. οὐ
11. γὰρ δὴ αὐτό γε ὑφ᾿ ἑαυτοῦ πάσχειν ἐγχωρεῖ τὸ ἓν ἐκεῖνο
12. σῶμα. πρὸς τῷ καὶ εἰ συγχωρήσειέ τις ἀλγεῖν αὐτὸ, πάσχον
13. ἔξ ἑαυτοῦ, τὴν, ἴασιν ἁπλῆν ἔσεσθαι. οὐκ ὄντων γὰρ
14. πολλῶν παρ᾿ αὐτῷ πολλοὺς τρόπους ἰάσεως ἀδύνατον
15. γενέσθαι.