Galenus. In Hippocratis De natura hominis commentaria libr. I-II (In Hipp. De nat. hom. comm.) [n° 090 Fichtner] [GalLat]

Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
Mewaldt, 1914.
Hippocratis De natura hominis et Galeni in eum commentarius, 1828, vol. 15, p. 1-173. urn:cts:greekLit:tlg0057.tlg085.verbatim-lat1

Hippocratis De natura hominis et Galeni in eum commentarius, 1.6, ed. Kühn, 1828, vol. 15, p. 37-41. urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1:1.6


18. Νυνὶ δὲ πολλὰ, πολλὰ γὰρ ἐστιν ἐν τῷ σώματι ἐνεόντα, ἃ
1. ὁκόταν ὑπ᾿ ἀλλήλων παρὰ φύσιν θερμαίνηταί τε καὶ ψύχηται,
2. ξηραίνηταί τε καὶ ὑγραίνηται, νόσους τίκτει,
3. ὥστε πολλαὶ μὲν ἰδέαι τῶν νοσημάτων, πολλὴ δὲ ἴησις
4. αὐτέων ἐστί.

6. Ἐν μὲν τῇ πρὸ ταύτης ῥήσει τοὺς ἕν τι λέγοντας
7. εἶναι τὸν ἄνθρωπον, ὅπερ ἐστὶ ταὐτὸ τῷ φάναι τὸ συνθετικὸν
8. αὐτοῦ στοιχεῖον ἓν εἶναι, διήλεγξεν ἐκ τῶν ἀκολουθούντων
9. ἀτόπων τῇ δόξῃ. οὐ γὰρ ἠλγήσαμέν ποτε, μηδενὸς
10. ὄντος δευτέρου τοῦ διαθεῖναι τὸ ἓν ἐκεῖνο δυναμένου.
11. εἶτ᾿ εἰ καὶ τοῦτο συγχωρήσαιμεν, ἡ ἴασις ἂν γένοιτο μονοειδὴς,
12. οὐ πολυειδής. ἐν δὲ ταύτῃ τῇ νῦν ἡμῖν
13. προκειμένῃ ῥήσει διῆλθεν ὅσα μέλλει δείξειν ὄντα πρώτως,
14. ὑφ᾿ ὧν τἄλλα πάντα γίγνεται. ταῦτα δέ ἐστι θερμὸν καὶ
15. ψυχρὸν ξηρόν τε καὶ ὑγρὸν, ἃ ὅταν μὲν ἀλλήλοις κραθῇ
16. συμμέτρως, ὑγιαίνει τὸ ζῶον. ὅταν δ᾿ ἄλληλα θερμαίνῃ
17. καὶ ψύχῃ καὶ ξηραίνῃ καὶ ὑγραίνῃ, τὰς ὀδύνας γεννᾷν
18. πέφυκεν, οὐχ ἑνὶ τρόπῳ θεραπείας ἰωμένας. ἔνιαι μὲν γὰρ
1. αὐτῶν θερμαινομένων τῶν ὀδυνωμένων μορίων, ἔνιαι δὲ
2. ψυχομένων, ἢ ξηραινομένων ἢ ὑγραινομένων παύονται. δέδεικται
3. δὲ περὶ τούτων ἐπὶ πλεῖστον ἐν τοῖς περὶ τῆς τῶν
4. ἁπλῶν φαρμάκων δυνάμεως, κᾀν τοῖς τῆς θεραπευτικῆς
5. μεθόδου γράμμασι. χεῖρον δ᾿ οὐδὲν εἰπεῖν τι καὶ νῦν
6. βραχὺ, πρόδηλον ἔχον τὴν ἔνδειξιν τοῦ διὰ τὸ θερμόν τε
7. καὶ ψυχρὸν, ὑγρόν τε καὶ ξηρὸν ἀλγεῖν τε ἡμᾶς καὶ θεραπεύεσθαι.
8. τίς γὰρ οὐκ οἶδε τὴν γιγνομένην ὀδύνην, ὅταν
9. ἐν χειμῶνι τὶς ἰσχυρῷ προελθεῖν ἔξω τῆς οἰκίας ἐπιχειρήσῃ;
10. τί δ᾿ ὅταν ἐν καύματι σφοδρῷ; τὶς οὐκ ὀδυνᾶται διψῶν;
11. ἢ τίς πληρωθεὶς ποτοῦ; τοῦ μὲν διψεῖν ξηραινομένων ἡμῶν
12. γιγνομένου, τοῦ δ᾿ ὑπερεμπεπλῆσθαι τὴν ἐναντίαν διάθεσιν
13. ἐργαζομένου. καὶ αἱ φλεγμοναὶ δὲ καὶ πάντες οἱ ὀδυνηροὶ
14. καὶ παρὰ φύσιν ὄγκοι ποτὲ μὲν ὑπὸ περιττῆς ὑγρότητος
15. εἰς τὸ μόριον ἐπιῤῥυείσης γίγνονται, ποτὲ δὲ τῷ τοὺς χυμοὺς
16. ἤτοι θερμοὺς παρὰ φύσιν, ἢ ψυχροὺς εἶναι. καὶ
17. μέντοι καὶ αἱ ἰάσεις τῶν μὲν ὑγρότητος ὑπερπληρωθέντων
18. σωμάτων διὰ κενώσεως γίγνονται, τῶν δὲ παρὰ φύσιν
1. ξηραινομένων δι᾿ ὑγρῶν προσφορᾶς, ὥσπερ καὶ τῷ μὲν
2. διὰ κρύους ὀδυνωμένῳ θερμανθέντι, τῷ δὲ διὰ
3. θάλπους ἀμέτρου ψυχθέντι. δέδεικται δὲ καὶ τὰ φάρμακα
4. πάντα διὰ τοῦ θερμαίνειν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν
5. ἐνεργοῦντα. πρώται γὰρ αὗται αἱ ποιότητές εἰσι δραστικαὶ τε
6. καὶ ἀλλοιωτικαὶ τῶν σωμάτων, ὡς ἐπεδείξαμεν ἐν τῷ περὶ·
7. τῶν καθ᾿ Ἱπποκράτην στοιχείων. ἕπονται δὲ αὐταῖς αἵ τε
8. κατὰ γεῦσιν ποιότητες, ὧν ὀνόματα στύψις καὶ αὐστηρότης
9. καὶ στρυφνότης καὶ πικρότης, ἁλυκότης τε καὶ δριμύτης,
10. ὀξύτης τε καὶ γλυκύτης καὶ λιπαρότης· αἵ τε κατὰ χροιὰν,
11. ἐν λευκότητι καὶ μελανότητι καὶ ἐρυθρότητι καὶ ταῖς ὁμογενέσιν·
12. αἵ τε κατὰ τὴν ἁφὴν, ἐν σκληρότητι καὶ μαλακότητι
13. καὶ κραυρότητι καὶ γλισχρότητι. ταῖς γευσταῖς δ᾿
14. ἰσάριθμοί πώς εἰσι καὶ αἱ κατὰ τὴν ὄσφρησιν, ἀλλ᾿ οὐκ
15. ἔστιν αὐτῶν τὰ ὀνόματα κατ᾿ εἶδος. ἡ γὰρ κατ᾿ εὐωδίαν
16. τε καὶ δυσωδίαν διαφορὰ τῶν ὀσμῶν, αὐτὸ δὴ τοῦτο διαφορὰ
17. προσηκόντως ἂν νομίζοιτο καὶ λέγοιτο πολλοῖς εἴδεσιν
18. ἑπομένη. τὰ μὲν δὴ κεφάλαια τοῦ λόγου ταῦτα. δέδεικται
1. δὲ τινὰ μὲν αὐτῶν ἐν τῷ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων,
2. τινὰ δὲ ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ.
3. οἱ πολλοὶ δὲ τὰς μὲν ἀποδείξεις ὀκνοῦσι μανθάνειν,
4. ἀντιλέγουσι δὲ οἷς οὐκ ἴσασιν ἑτοίμως, οὗ τοὐναντίον οἱ
5. φιλομαθεῖς τε καὶ ἀληθείας ἐρασταὶ πράττουσι, φιλοπόνως
6. ἐκμανθάνοντες τὰς ἀποδείξεις, ὀκνηρῶς δὲ ἀντιλέγοντες.

Cliquer un n° de page pour en afficher l’image