9. Ἀξιῶ δ᾿ ἔγωγε τὸν φάσκοντα αἷμα μοῦνον εἶναι τὸν ἄνθρωπον
10. καὶ ἄλλο μηδὲν δεικνύναι αὐτὸν μὴ μεταλλάσσοντα
11. τὴν ἰδέην, μηδὲ γίγνεσθαι παντοῖον. ἀλλ᾿ ἢ ὥρην
12. τινὰ τοῦ ἐνιαυτοῦ, ἢ τῆς ἡλικίης τῆς τοῦ ἀνθρώπου, ἐν
13. ᾖ αἷμα ἐνεὸν φαίνεται μοῦνον ἐν τῷ ἀνθρώπῳ. εἰκὸς
14. γάρ ἐστιν εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ
15. ἐφ᾿ ἑωυτῷ ἓν ἐόν. καὶ αὐτὰ δὲ λέγω καὶ περὶ τοῦ φάσκοντος
16. φλέγμα εἶναι τὸν ἄνθρωπον καὶ περὶ τοῦ χολὴν
17. φάσκοντος.
1. Ἔτι καὶ νῦν ἀντιλέγει πρὸς τοὺς ἓν εἶναι φάσκοντας
2. τὸν ἄνθρωπον, ὅπερ ἔξ ἀρχῆς ἔφην αὐτῷ προκεῖσθαι. καὶ
3. πρώτους δὲ ἐλέγχει τοὺς αἷμα φάσκοντας αὐτὸν εἶναι. μάλιστα
4. μὲν γὰρ ἐχρῆν, φησὶ, τοὺς ὑγιαίνοντας ἀνθρώπους
5. αἷμα μόνον ἔχειν ἐν τῷ σώματι, χωρὶς χολῶν τε καὶ φλέγματος,
6. εἴπερ ἡ φύσις αἷμα μόνον ἐστὶν ἐν τῷ σώματι.
7. ἔπειτα δὲ εἰ καὶ συγχωρηθείη πότ᾿ ἐπικτᾶσθαι χολὴν καὶ
8. φλέγμα καὶ ἡλικίαν μίαν τινὰ, ἢ ὥραν τοῦ ἔτους εὑρίσκεσθαι,
9. καθ᾿ ἣν αἷμα μόνον ἐστὶν ἐν τῷ σώματι χωρὶς τῶν
10. ἄλλων χυμῶν. ὡσαύτως δὲ ἐλέγχων καὶ τοὺς ἤτοι χολὴν
11. ἢ φλέγμα φάσκοντας εἶναι τὸν ἄνθρωπον, ὅπερ ἐστὶ τὸ
12. κατὰ φύσιν εἶναι αὐτὸ μόνον, ἡγουμένους δὲ ἐν τούτῳ καὶ
13. τὴν πρώτην γένεσιν ἐκ τούτου τοῦ χυμοῦ γεγονέναι.