16. Ἐγὼ μὲν γὰρ ἀποδείξω, ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι
17. καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν φύσιν, ἀεὶ ταῦτα ἐόντα
18. ὁμοίως καὶ νέου ἐόντος καὶ γέροντος καὶ τῆς ὥρης ψυχρῆς
1. ἐούσης καὶ θερμῆς καὶ τεκμήρια παρέξω καὶ ἀνάγκας
2. ἀποφανῶ, δι᾿ ἃς ἂν ἕκαστον αὔξηταί τε καὶ φθίνῃ
3. ἐν τῷ σώματι.
5. Δείξειν ἐπαγγέλλεται διὰ παντὸς μὲν ἐν τῷ σώματι
6. περιεχόμενα τὰ πρὸς αὐτοῦ τιθέμενα στοιχεῖα, κατὰ τὰς
7. ἡλικίας καὶ τὰς ὥρας αὔξησίν τε καὶ φθίσιν, ὅπερ ἐστὶ
8. μείωσιν ἴσχοντα. κατὰ τὸν νόμον μὲν οὖν ἐστι τὸ πρὸς
9. τῶν ἀνθρώπων νομιζόμενόν τε καὶ δοξαζόμενον, οὕτως εἰωθότων
10. ὀνομάζειν τῶν παλαιῶν. κατὰ φύσιν δὲ τὸ κατ᾿
11. αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν.