Galenus. In Hippocratis De natura hominis commentaria libr. I-II (In Hipp. De nat. hom. comm.) [n° 090 Fichtner] [GalLat]

Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
Mewaldt, 1914.
Hippocratis De natura hominis et Galeni in eum commentarius, 1828, vol. 15, p. 1-173. urn:cts:greekLit:tlg0057.tlg085.verbatim-lat1

Hippocratis De natura hominis et Galeni in eum commentarius, 1.9, ed. Kühn, 1828, vol. 15, p. 43-45. urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1:1.9


14. Πρῶτον μὲν οὖν ἀνάγκη τὴν γένεσιν αὐτέου γίνεσθαι μὴ
15. ἀφ᾿ ἑνός. πῶς γὰρ ἕν γε ἐόν τι γεννήσειεν ἄλλο, εἰ μή
16. τινι μιχθείη;

18. Ὁ μὲν οὖν Ἱπποκράτης ἀεὶ τοῖς ἐναργῶς φαινομένοις
1. ἀκολουθεῖ· διὰ τοῦτο καὶ νῦν ἔφη μηδὲν ἀφ᾿ ἑνὸς γεννᾶσθαι
2. χωρὶς τοῦ δεηθῆναί τινος ἔξωθεν ἑτέρου καὶ τούτου
3. συμμέτρως ἔχοντος τῆς πρὸς αὐτὸ κράσεως. ἔνιοι δὲ τῶν
4. φυσικῶν ὀνομασθέντων φιλοσόφων οὐκ οἶδ᾿ ὅπως ἐτόλμησαν
5. ἀποφήνασθαι δόξαν ἀλλόκοτον, ἅπασαν ἀνατρέπουσαν
6. τὴν φυσικὴν θεωρίαν. ὁ ἓν γὰρ εἶναι τὸ πὰν εἰπὼν ἀναιρεῖ
7. τῷ λόγῳ γένεσιν ἅπασαν. εἴπερ γὰρ ἓν τὸ γενόμενον
8. οὐκ ἦν ἔμπροσθεν, ὥσπερ οὐδὲ ἔσεται μικρὸν ὕστερον. οὔτε
9. γὰρ ὁ Θαλῆς οὔθ᾿ ὁ Μέλισσος οὔθ᾿ ὁ Ἡράκλειτος ἔμπροσθεν
10. ἦσαν, ἢ νῦν εἰσιν. ἆρ᾿ οὖν ἀληθῶς ἄν τις εἴποι
11. μὴ γεγονέναι τούτους τοὺς ἄνδρας, ἢ ἐγένοντο μὲν καὶ ἔζησαν
12. ἔτεσιν οὐκ ὀλίγοις ἕκαστος, οὐκ ἦσαν δὲ καθ᾿
13. ὃν ἔζων χρόνον, ἢ τὸ μὲν εἶναι κατ᾿ ἐκεῖνον τὸν χρόνον
14. αὐτοὺς συγχωρήσομεν, ὄντας δὲ οὐκ εἶναι φήσομεν ἡνίκ᾿
15. ἦσαν; καὶ μὴν εἴπερ ὄντας τις αὐτοὺς ὁμολογήσει, ὁμολογήσει
16. καὶ γεγονέναι. πῶς δὲ πλάτανος καὶ λίθος καὶ λέων
17. οὐκ ἦσαν πάλαι γένεσιν ἔχοντα καὶ φθοράν; εἴπερ δέ ἐστι
18. γένεσις τοῦ πρότερον οὐκ ὄντος, ἀναγκαῖον αὐτὴν ἔκ τινος
1. ὑποκειμένης οὐσίας γενέσθαι. ταύτην δ᾿ ὁρῶμεν οὐ δυναμένην.
2. αὐτὴν καθ᾿ αὑτὴν μόνην ὁτιοῦν γεννῆσαι. τὰ γοῦν
3. τῶν φυτῶν σπέρματα καὶ ὑγρότητος καὶ θερμασίας συμμέτρου
4. τῆς ἔξωθεν δεῖται πρὸς τὸ γεννῆσαί τι. μόνον γὰρ
5. εἴπερ ἐπεφύκει γεννᾷν τὸ σπέρμα, μηδενὸς ἄλλου προσδεόμενον
6. ἔξωθεν, οὐκ ἂν διέμεινεν οὐδὲ ἐν ἐλαχίστῳ χρόνῳ
7. χωρὶς τοῦ γεννᾷν, ἀλλ᾿ εὐθὺς ἂν ἐφύετο. φαίνεται δὲ διαμένοντα
8. πολλάκις οὐ μῆνας μόνον, ἀλλὰ καὶ ἐνιαυτοὺς οὐκ
9. ὀλίγα τῶν σπερμάτων· οὐ γὰρ ἐξ ἑαυτῶν μόνον ἔχει τὸ
10. γεννᾷν, ἀλλὰ δεῖταί τινος ἔξωθεν ἐπικουρίας καὶ ταύτης
11. οὐ κατὰ θίξιν ἁπλῆν γιγνομένης, ἀλλὰ κατά τινα
12. τοῦ ψαύοντος δύναμιν, εἴσω διαδιδομένην εἰς ὅλον τὸ ψαυόμενον.
13. εἴ γε δι᾿ ὅλου φαίνεται τὴν ἀλλοίωσιν ἴσχον ἐν ταῖς
14. γενέσεσι τὸ σπέρμα, κατά τε τὰ δένδρα καὶ τὰς πόας καὶ
15. τὰ ὅλα φυτὰ, πολὺ δὴ μᾶλλον ἐπὶ τῶν ζώων ἐναργῶς φαίνεται,
16. μήτ᾿ ἐξ ἄῤῥενος μόνου μήτ᾿ ἐκ θήλεως ἄνευ τοῦ
17. μιχθῆναι δυνάμενόν τι γενέσθαι.

Cliquer un n° de page pour en afficher l’image