ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΦΥΣΙΟΣ ΑΝΘΡΩΠΟΥ
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΑΙ
ΓΑΛΗΝΟΥ ΕΙΣΑΥΤΟ ΥΠΟΜΝΗΜΑ.
1.
Προοίμιον Γαλήνου. Περὶ τῶν
2. καθ᾿ Ἱπποκράτην στοιχείων πάλαι ποθ᾿ ὑπόμνημα τῶν
3. ἑταίρων τινὶ πρὸς ἀποδημίαν στελλομένῳ γράψας ἐπιδέδωκα,
4. τῆς ἐκείνου στοχαζόμενος ἕξεως· ἅπερ οὖν ᾔδειν
5. αὐτὸν ἀκριβῶς ἐπιστάμενος, οὔτ᾿ ἀπέδειξα κατὰ τὴν
6. ἀρχὴν τοῦ συγγράμματος οὔτ᾿ ἀνέμνησα καί περ εἰωθὼς
1. οὕτω πράττειν, ὅταν κοινὸς ὁ λόγος ἅπασι τοῖς ἀναγνωσομένοις
2. αὐτὸν ἔσεσθαι μέλλοι. φθάσαντος δ᾿ οὐκ οἶδ᾿ ὅπως
3. εἰς πολλοὺς ἐκπεσεῖν τοῦ συγγράμματος, οὐκέθ᾿ ἕτερον ἐπ᾿
4. αὐτῷ ποιεῖν ἔδοξέ μοι, καὶ τὴν ἐξήγησιν τοῦ περὶ φύσιος
5. ἀνθρώπου βιβλίου διὰ τοῦτ᾿ ἀνεβαλλόμην, ὅτι τὰ συνέχοντα
6. πάντα διὰ τοῦ προεκδοθέντος ὑπομνήματος, ὃ περὶ τῶν καθ᾿
7. Ἱπποκράτην στοιχείων ἐπιγέγραπται, σαφῶς ἐδέδεικτο. νῦν
8. οὖν ἐπειδὴ καὶ αὐτοῦ τοῦ Ἱπποκρατείου συγγράμματος ἐξήγησιν
9. οὐ μόνον τῶν ἀναγκαίων εἰς τὸ δόγμα λέξεων, ὡς
10. ἐν ἐκείνῳ πρότερον ἐπεποιήμην, ἀλλ᾿ ἁπασῶν ἐφεξῆς, ἐδεήθησαν
11. οἱ ἑταῖροι παρ᾿ ἐμοῦ λαβεῖν, ἀρχόμενος τῆς ἐξηγήσεως
12. ἐκεῖνα λέξω πρότερον, ὅσα παρέλιπον εἰπεῖν ἐν ἀρχῇ
13. τοῦ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων, ἐπειδὴ γινώσκειν
14. αὐτὰ τὸν ἑταῖρον ἐπιστάμην. ἓν μὲν δὴ καὶ πρῶτόν
15. ἐστιν εἰπεῖν, ὅ τί ποτε σημαίνεται πρὸς τοῦ τῆς φύσεως
16. ὀνόματος, ἀφ᾿ οὗ καὶ τῶν παλαιῶν φιλοσόφων ἔνιοι
17. παρονομασθέντες ἐκλήθησαν φυσικοί. γενήσεται δ᾿ ἡμῖν
18. ὧν ἕνεκεν λέγω τοῦτο δῆλον ἀναγνοῦσι τὰ περὶ φύσεως αὐτοῖς
1. γεγραμμένα βιβλία. φαίνεται γὰρ ἐξηγούμενα τὴν πρώτην
2. οὐσίαν ὁποία τίς ἐστιν, ἣν ἀγέννητόν τε καὶ ἀΐδιον εἶναί
3. φασιν, ὑποβεβλημένην ἅπασι τοῖς γεννητοῖς καὶ φθαρτοῖς
4. σώμασι, τά θ᾿ ὑπάρχοντα κατὰ τὸν ἴδιον λόγον ἑκάστῳ
5. τῶν γεννωμένων τε καὶ φθειρομένων, οἷς γνωσθεῖσιν ἕπεται
6. καὶ ἡ τῶν ἄλλων γνῶσις, ὅσα μὴ κατὰ τὸν ἴδιον λόγον
7. ἑκάστῃ τῶν κατὰ μέρος οὐσιῶν συμβαίνει. τελεία μὲν οὖν
8. διδασκαλία τῆς ἑκάστου τῶν ὄντων φύσεως οὕτω γίγνεται·
9. κᾂν ἓν δή τις ἢ δύο τῶν ὑπαρχόντων τινὶ διέρχηται καὶ
10. οὕτως εἰθισμένοι λέγειν εἰσὶν οἱ ἄνθρωποι, ἐν ᾧ περὶ τῆς
11. τοῦ πράγματος φύσεως ἀποφαίνεσθαί τι, καθάπερ καὶ ὁ
12. ποιητής. προειπὼν γὰρ
ἐφεξῆς φησιν
16. οὕτω δὲ καὶ οἱ περὶ τῶν βοτανῶν γράψαντες ἢ ὅλως περὶ
1. φυτῶν ἐκδιδάσκουσι τὴν αἰσθητὴν αὐτῶν φύσιν, ὁποῖόν
2. ἐστιν ἕκαστον ἁπτομένῳ καὶ γευομένῳ καὶ ὀσμωμένῳ καὶ
3. βλέποντι διηγούμενοι τίνα τ᾿ ἔχει δυνάμιν ἢ εἴσω τοῦ
4. σώματος λαμβανόμενον ἢ ἔξωθεν ἐπιτιθέμενον. ἐν τούτοις
5. γὰρ ἡ αἰσθητὴ φύσις ἑκάστου τῶν ὄντων ἐστίν. ἡ δὲ τούτων
6. ἀνωτέρω καὶ πρώτη, περὶ ἧς ἐγώ τε προείρηκα καὶ
7. Πλάτων ἐπίστασθαι συμβουλεύει τὸν βουλόμενον ὁτιοῦν
8. πρᾶγμα μεθόδῳ μεταχειρίζεσθαι. παραγράψω δέ σοι καὶ
9. τὴν ῥῆσιν αὐτοῦ. ΣΩ. Ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι
10. οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως;
11. ΦΑΙ. εἰ μὲν οὖν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι
12. πείθεσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης.
13. ΣΩ. καλῶς γὰρ, ὦ ἑταῖρε, λέγει· χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει
14. τὸν λόγον ἐξετάζοντας σκοπεῖν εἰ συμφωνεῖ. ΦΑΙ.
15. φημί. ΣΩ. τὸ τοίνυν περὶ φύσεως σκόπει τί ποτε λέγει
16. Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος, ἆρ᾿ οὐχ ὧδε; δεῖ διανοεῖσθαι
17. περὶ ὁτουοῦν φύσεως. πρῶτον μὲν εἰ ἁπλοῦν ἢ
1. πολυειδές ἐστιν, οὗπερ βουλησόμεθα εἶναι αὐτοὶ τεχνικοὶ
2. καὶ ἄλλους δυνατοὶ ποιεῖν. ἔπειτα δὲ ἂν μὲν ἁπλοῦν ᾖ,
3. σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ
4. δρᾷν ἔχον, ἢ τίνα εἰς τὸ παθεῖν ὑπὸ τοῦ. ἐὰν δὲ πλείω
5. εἴδη ἔχῃ, ταῦτ᾿ ἀριθμησάμενον, ὅπερ ἐφ᾿ ἑνὸς, τοῦτ᾿ ἰδεῖν
6. ἐφ᾿ ἑκάστου, τὸ τί ποιεῖν αὐτὸ πέφυκεν, ἢ τὸ τί παθεῖν
7. ὑπὸ τοῦ. αὕτη σοι καὶ ἡ τοῦ Πλάτωνος ῥῆσις ἐκ τοῦ
8. Φαίδρου, διδάσκουσα τοῦ τε τῆς φύσεως ὀνόματος τὸ σημαινόμενον,
9. ὅπως τε χρὴ μεθόδῳ τὴν οὐσίαν αὐτῆς ἐπισκοπεῖσθαι.
10. τοιαῦτα δ᾿ εὕροις ἂν ἅπαντα τὰ περὶ φύσεως
11. ἐπιγεγραμμένα βιβλία τῶν παλαιῶν φιλοσόφων, Ἐμπεδοκλέους,
12. Παρμενίδου, Μελίσσου, Ἀλκμαίωνος, Ἡρακλείτου.
13. τινὲς δ᾿ οὐχ ἓν, ἀλλὰ πλείονα βιβλία τῆς θεωρίας ἐποιήσαντο
14. ταύτης. ἔνιοι δὲ καὶ πάνυ πολλὰ, καθάπερ Ἐπίκουρος.
15. ἄρχεται γὰρ καὶ αὐτὸς ὥσπερ οὖν καὶ οἱ ἄλλοι
16. πάντες ἀπὸ τοῦ ζητῆσαι πότερον ἕν τι καὶ ἁπλοῦν ἐστιν
17. οὗ τὴν φύσιν εὑρεῖν ἐπιχειροῦμεν, ἢ σύνθετον ἔκ τινων
1. ἑαυτοῦ προτέρων ἁπλῶν, ἅπερ οἱ μετ᾿ αὐτοὺς τοὺς παλαιοὺς
2. εἰθίσθησαν ὀνομάζειν στοιχεῖα. καθάπερ ἐπὶ τῆς φωνῆς
3. οἱ γραμματικοὶ τέτταρα καὶ εἴκοσί φασιν εἶναι στοιχεῖα,
4. τουτέστιν ἁπλᾶ τε καὶ πρῶτα μόρια, μηκέτι
5. εἰς ἄλλα διαιρεῖσθαι δυνάμενα, καθάπερ αἱ συλλαβαί· τῆς
6. γοῦν στρα συλλαβῆς ἐστιν ἀφελόντι σοι τὸ πρῶτον στοιχεῖον
7. τὸ σ, τὴν ὑπόλοιπον ἔχειν τὴν τρα μένουσαν ἔτι
8. συλλαβήν. οὕτω δὲ καὶ εἰ αὐτῆς πάλιν τῆς τρα τὸ πρῶτον
9. ἀφέλῃς γράμμα τὸ τ, τὸ ταύτης ὑπόλοιπον ἕξεις διαιρεῖσθαι
10. δυνάμενον τὴν ρα. οὐ μὴν τήν γε α διαιρήσεις ἔτι
11. καὶ δείξεις ἐκ δυοῖν ἢ τριῶν φθόγγων, ὥσπερ ἄλλας πολλὰς
12. συγκειμένην. ἀλλ᾿ ἔστιν εἷς αὐτῆς ἀδιαίρετος φθόγγος,
13. οὐ κατὰ ποσὸν ἁπλῶς, ὡς ἑτέρωθι δεδείχαμεν ἡμεῖς τε καὶ
14. ἄλλοι πολλοὶ τῶν φιλοσόφων, ἀλλὰ κατὰ μόνον τὸ εἶδος.
15. οὕτω δὲ καὶ οἱ τὰ τέτταρα στοιχεῖα τῶν ἐν γενέσει καὶ
16. φθορᾷ σωμάτων εἶναι λέγοντες, ἀέρα καὶ πῦρ καὶ γῆν καὶ
17. ὕδωρ, ἐπεὶ μηκέτι δυνατόν ἐστιν ἕκαστον αὐτῶν εἰς εἴδη
18. πλείω τμηθῆναι, διὰ τοῦτο τῆς φυσιολογίας ἀρχὰς αὐτὰ
1. τίθενται. πρώτη μὲν γάρ ἐστι σωμάτων ἐλαχίστων ἔννοια
2. κατὰ ποσὸν, ἐφεξῆς δ᾿ ἄλλη δευτέρα κατὰ τὸ ποιὸν, ὡς
3. ἐπὶ τῶν τῆς φωνῆς στοιχείων ἐδείχθη, καὶ διέστησάν γε
4. πρὸς ἀλλήλους οἱ φυσικοὶ φιλόσοφοι. τινὲς μὲν κατὰ τὸ
5. ποσὸν ὑποτιθέμενοι τὰ στοιχεῖα τῶν ἐν γενέσει καὶ φθορᾷ
6. σωμάτων ἐλάχιστα μόρια, τινὲς δὲ κατὰ τὸ ποιόν. ἀλλὰ
7. περὶ μὲν τοῦ σημαινομένου πρὸς τῆς στοιχείου φωνῆς ἐν
8. τῷ πρώτῳ περὶ τῶν ἰατρικῶν ὀνομάτων ἐπὶ πλεῖστον εἴρηται,
9. καθάπερ γε καὶ περὶ τοῦ τῆς φύσεως ἐν τῷ πέμπτῳ.
10. νυνὶ δὲ οὐ περὶ προσηγοριῶν ἢ σημαινομένων, ἀλλὰ περὶ
11. τῶν πραγμάτων αὐτῶν ὁ λόγος ἡμῖν ἐστιν, ἐξ ὧν
12. ἐλαχίστων, εἴτε κατὰ μέγεθος εἴτε κατ᾿ εἶδος, ἡ πρώτη
13. σύνθεσις γίνεται τῶν γεννητῶν σωμάτων, ἅπερ Ἀριστοτέλης
14. καὶ ἡμεῖς ὀνομάζομεν ὁμοιομερῆ. δευτέρα γὰρ ἐκ τούτων
15. ἄλλη σύνθεσις γίγνεται σωμάτων, ἃ καλοῦμεν ὀργανικὰ, χειρὸς,
16. σκέλους, ὀφθαλμοῦ τε καὶ γλώττης καὶ πνεύμονος καὶ
17. καρδίας, ἥπατός τε καὶ σπληνὸς καὶ νεφρῶν καὶ γαστρὸς
18. καὶ μήτρας, ὅσα τ᾿ ἄλλα τοιαῦτα. σύγκειται γὰρ ἐκ τῶν
1. πρώτων καὶ ὁμοιομερῶν, ἃ δὴ καὶ πρωτόγονα καλεῖν εἴωθεν
2. ὁ Πλάτων, ἡ πρώτη τῶν τοιούτων ὀργάνων φύσις.
3. ὑπὲρ τούτων τῆς διαφορᾶς εἴρηται μὲν ἤδη καὶ καθ᾿ ἕν
4. τι γράμμα, εἰρήσεται δὲ καὶ νῦν ἐπὶ κεφαλαίων, ἕνεκα
5. σαφοῦς διδασκαλίας. ὁμοιομερὲς μέν ἐστιν ὀστοῦν καὶ χόνδρος
6. καὶ σύνδεσμος, ὁμοιομερὲς δὲ καὶ ὑμὴν καὶ πιμελὴ
7. καὶ σὰρξ, ἥ τε τῶν μυῶν ταῖς ἰσὶ περιπλαττομένη καὶ αὐταῖς
8. οὔσαις ὁμοιομερέσιν, ἥ τ᾿ ἐν τοῖς σπλάγχνοις, ἣν δὴ
9. καὶ παρέγχυμα καλεῖν Ἐρασίστρατος εἴωθεν. ἐδείχθη δ᾿
10. εὐθὺς ἐν ἀρχῇ τῆς πραγματείας, ἐν ᾗ τὴν θεραπευτικὴν
11. μέθοδον, ὁποία τίς ἐστιν, ἀπεδείκνυον, ἀδύνατον ὂν ἐνδεικτικῶς
12. θεραπεύειν περὶ τῶν ὁμοιομερῶν σωμάτων ἄνευ
13. τοῦ γνῶναι πότερον ἁπλοῦν ἕκαστον αὐτῶν ἐστιν, ἢ ἐκ
14. πλειόνων σύγκειται, καὶ πότερον ἐκεῖνα κέκραται δι᾿ ὅλων,
15. ἢ ψαύει μόνον. ἐδείχθη δὲ καὶ ὡς ἔνιοι τῶν ἰατρῶν, ὧν
16. ἐστι καὶ ὁ Ἐρασίστρατος, ἐξ ἡμίσεως μέρους εἰσὶ δογματικοὶ,
17. τὰ μὲν τῶν ὀργανικῶν μορίων νοσήματα λογικῶς θεραπεύοντες,
18. τὰ δὲ τῶν ὁμοιομερῶν ἢ οὐδ᾿ ὅλως, ἢ ἐμπειρικῶς.
1. οἱ πλεῖστοι δ᾿ αὐτῶν οὐδ᾿ ὅπῃ διαφέρει τὰ τῶν
2. ὀργανικῶν νοσήματα τῶν ἐν τοῖς ὁμοιομερέσι γιγνομένων
3. ἐπίστανται, καθάπερ οὐδὲ περὶ τοῦ καθ᾿ ἑκάτερον αὐτῶν
4. ἀριθμοῦ. ἀλλ᾿ ὑμεῖς γε, ὦ ἑταῖροι, καὶ περὶ τῆς τῶν νοσημάτων
5. διαφορᾶς ἕν τι τῶν ἡμετέρων ὑπομνημάτων ἔχετε
6. καὶ τῶν ἰαμάτων οὐ σμικρὰν πραγματείαν, ἣν ἐπέγραψα
7. μέθοδον θεραπευτικήν. ἀλλὰ καὶ ταῦτα καὶ τὰ ἄλλα τὸν
8. περὶ τῆς φύσεως τοῦ σώματος ἡμῶν ἀπαιτοῦσι λόγον, ὃς
9. ἐν τῷ προκειμένῳ συγγράμματι διδάσκεται. διὸ καὶ
10. θαυμάσειεν ἄν τις ἐκείνων, ὅσοι νομίζουσι τὸ περὶ φύσιος
11. ἀνθρώπου βιβλίον οὐκ εἶναι τῶν γνησίων Ἱπποκράτους,
12. ἀλλ᾿, ὡς αὐτοὶ καλεῖν εἰώθασι, νόθον, ἀπατηθέντες ἐκ τῶν
13. ἐν αὐτῷ διεσκευασμένων τε καὶ παρεγγεγραμμένων, ὑπὲρ
14. ὧν ἐπὶ πλέον μὲν ἐν αὐτοῖς τούτοις ἐπιδείξω τοῖς ὑπομνήμασιν,
15. ἀρκεῖ δὲ νῦν ἐρεῖν ὅσα κᾀν τῷ γνησίῳ ἢ καὶ νόθῳ
16. Ἱπποκράτους συγγράμματι εἴρηται, κατὰ λέξιν οὕτως ἔχοντα.
17. τούτου τοῦ βιβλίου τὸ μὲν κατὰ τὸ ἓν γράμμα μέρος τὸ
18. πρῶτον εἰς διακοσίους καὶ τεσσαράκοντα στίχους ἐξήκει,
1. δεικνύον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ
2. μὲν ζώων σώματα γεγονέναι, μετὰ τοῦ καὶ διδάξαι περὶ
3. τῆς τῶν χυμῶν φύσεως, τὸ δὲ ἀπὸ τοῦδε ποικίλον τ᾿
4. ἐστί. τὸ μὲν γὰρ πρῶτον αὐτοῦ μέρος διακρίνει τὰς σποραδικὰς
5. ὀνομαζομένας νόσους ἀπὸ τῶν ἐπιδημιῶν γε καὶ
6. λοιμωδῶν, ἰδίαν τε θεραπείαν ἑκατέρου τοῦ γένους, ἐν τῷ
7. καθόλου διδάσκει. τὸ δὲ μετ᾿ αὐτὸ ἀνατομὴν φλεβῶν διέρχεται.
8. κᾄπειτα περὶ νοσημάτων ἐστὶ ποικίλη διδασκαλία
9. καὶ μετὰ ταῦτα ὑγιεινὴ δίαιτα πρὸς ἰδιώτας γεγραμμένη.
10. κᾄπειτ᾿ ἐφεξῆς ὅπως ἄν τις τοὺς παχυτάτους ἀνθρώπους
11. λεπτύνειεν, ἢ τοὺς λεπτοτάτους σαρκώσειεν, οἷς ἔζευκται
12. διδασκαλία περὶ ἐμέτων. εἶτά τις ὑπογραφὴ διὰ βραχέων
13. διαίτης παιδίων καὶ μετὰ ταῦτα γυναικῶν, εἶτα τῶν γυμναζομένων,
14. εἶτ᾿ ἐπὶ τέλει πρόσκειται διὰ στίχων ὡς δέκα,
15. περὶ τῶν ἐγκεφάλου νόσων εἰκῇ καὶ ὡς ἔτυχε προσεῤῥιμμένων.
16. εὔδηλον οὖν ὅτι τὸ μὲν ὅλον βιβλίον ἐκ πολλῶν
17. διεσκεύασται καὶ σύγκειται σχεδὸν εἰς ἑξακοσίους στίχους
18. ἢ βραχύ τι ἧττον ἐκτεταμένον. ἔχει δὲ τὸν μὲν πρῶτον
1. λόγον, ἔνθα περὶ τῶν στοιχείων καὶ τῶν χυμῶν διέρχεται,
2. παντοίως ἐχόμενον τῆς Ἱπποκράτους τέχνης. ὥσπερ γε καὶ
3. τὸν δεύτερον, τὸν διακριτικὸν τῶν ἐπιδημιῶν τε καὶ σποραδικῶν
4. νοσημάτων. τὸν δὲ περὶ τῆς τῶν φλεβῶν ἀνατομῆς
5. ἐναργῶς παρεγκείμενον ἔχει μοχθηρὸν ὅλον. οὔτε
6. γὰρ τοῖς φαινομένοις ὁμολογεῖ καὶ τοῖς ἐν τῷ δευτέρῳ τῶν
7. ἐπιδημιῶν εἰρημένοις μάχεται. τῶν δ᾿ ἑξῆς τὰ μὲν παρέγκειται,
8. περὶ ὦν ὅτ᾿ ἐξηγούμεθά σοι τὸ βιβλίον, ἀκριβωθήσεται·
9. τὰ δέ ἐστιν ἀξιόλογα καὶ διὰ βραχέων καλῶς εἰρημένα
10. καὶ τῆς Ἱπποκράτους ἐχόμενα τέχνης, ὥσπερ ὅσα
11. περὶ τῆς ὑγιεινῆς διαίτης εἴρηται. τὸ μὲν ὅλον τὸ βιβλίον
12. ἐκ τούτων σύγκειται, τὸ δὲ πρῶτον αὐτοῦ μέρος ἁπάσης
13. τῆς Ἱπποκράτους τέχνης ἔχει τὴν οἷον κρηπῖδα, διὸ καὶ
14. θαυμάζειν ἔφην ἐνίων ἀποξενούντων αὐτὸ τῆς τοῦ Ἱπποκράτους
15. ἐννοίας. οἱ πλεῖστοι μὲν γὰρ τῶν γνόντων Ἱπποκράτειον
16. τέχνην τοῖς γνησίοις αὐτὸ συγκαταριθμοῦσι, νομίζοντες
17. τοῦ μεγάλου Ἱπποκράτους σύγγραμμα, τινὲς δὲ
18. Πολύβου τοῦ μαθητοῦ τε ἅμα καὶ διαδεξαμένου τὴν τῶν
1. νέων διδασκαλίαν, ὃς οὐδὲν ὅλως φαίνεται μετακινήσας τῶν
2. Ἱπποκράτους δογμάτων ἐν οὐδενὶ τῶν ἑαυτοῦ βιβλίων,
3. ὡσπερ οὐδὲ Θεσσαλὸς ὁ αὐτοῦ υἱὸς, θαυμάσιος μὲν ἀνὴρ
4. καὶ οὗτος γενόμενος, ἀλλ᾿ οὐ καταμείνας ἐν τῇ πατρίδι καθάπερ
5. ὁ Πόλυβος. Ἀρχελάῳ γὰρ τῷ Μακεδονίας βασιλεῖ
6. συνεγένετο. πεπιστεύκασι μὲν οὖν, ὡς ἔφην, καὶ ἄλλοι σχεδὸν
7. ἄπαντες ἰατροὶ, πλὴν ὀλίγων δή τινων, Ἱπποκράτους
8. εἶναι τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον, οὐκ ἀγνοεῖ δὲ οὐδὲ
9. Πλάτων αὐτός. γράφει γοῦν ἐν Φαίδρῳ προγεγραμμένην
10. ῥῆσιν ὀλίγον ἔμπροσθεν, ἦς ἡ ἀρχὴ, ΣΩ. Ψυχῆς οὖν φύσιν
11. ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς
12. τοῦ ὅλου φύσεως; ΦΑΙ. εἰ μὲν οὖν Ἱπποκράτει τῷ τῶν
13. Ἀσκληπιαδῶν δεῖ τι πείθεσθαι, οὐδὲ περὶ τοῦ σώματος
14. ἄνευ τῆς μεθόδου ταύτης. ταύτην τὴν ῥῆσιν ἐχρῆν ἀναγνόντας
15. τοὺς εἰκῆ φλυαροῦντας ἐπισκέψασθαι τίνι τῶν βιβλίων
16. Ἱπποκράτους ἡ ὑπὸ Πλάτωνος ἐπαινουμένη μέθοδος
17. γέγραπται. φανεῖται γὰρ οὐ καθ᾿ ἓν ἄλλο παρὰ τὸ
18. προκείμενον ἡμῖν σύγγραμμα τὸ περὶ φύσιος ἀνθρώπου.
1. ἔπειτα δὲ καὶ τῶν ἄλλων ἕκαστον ὦν ὁ Πλάτων διῆλθεν,
2. ἃ κᾀγὼ διά τε τῶν περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων
3. ἐδίδαξα καὶ νῦν οὐχ ἦττον ἔρχομαι δείξων, ἐπειδήπερ ὑμῖν
4. οὕτως ἔδοξεν. ἐκεῖνο δ᾿ οὖν ἔτι προσθεὶς τῷ λόγῳ πρὸς
5. τὴν ἐξήγησιν ἀφίξομαι τῶν ἐν τῷ βιβλίῳ ῥήσεων· ἐκπεσόντος
6. εἰς πολλοὺς τοῦ γραφέντος μοί ποτε βιβλίου περὶ
7. τῶν καθ᾿ Ἱπποκράτην στοιχείων, ἐπαινεθέντος τε πρὸς
8. ἁπάντων τῶν πεπαιδευμένων, ὀλίγοι τινὲς τῶν ἀπαιδεύτων,
9. ὅσοι τῶν μὲν ἐν αὐτῷ γεγραμμένων ἀποδείξεων οὐδεμίαν
10. ἠδυνήθησαν ἐλέγξαι, καίτοι γ᾿ ἐπιχειρήσαντες, ἀπεπνίγοντο
11. δὲ ὑπὸ τοῦ φθόνου, τοῦτο ᾠήθησαν ἱκανὸν εἶναι πρὸς διαβολὴν,
12. ὡς οὐκ ἔστιν Ἱπποκράτους αὐτοῦ. τὸ σύγγραμμα
13. τοίνυν ἔστω μήθ᾿ Ἱπποκράτους μήτ᾿ αὐτοῦ Πολύβου, μηδ᾿,
14. εἰ βούλοιντο, γεγράφθω τὴν ἀρχήν τι σύγγραμμα περὶ φύσιος
15. ἀνθρώπου, δεικνύον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ
16. καὶ ὑγροῦ τὰ σώμαθ᾿ ἡμῶν γεγονέναι. εἰ γὰρ καὶ τοῦτ᾿
17. αὐτοῖς χαρισόμεθα, τό γε ἐκ τούτων συγκεῖσθαι τὰ σώμαθ᾿
18. ἡμῶν, Ἱπποκράτους ἐστὶ δόγμα. φαίνεται γὰρ ἐν τοῖς
1. γνησιωτάτοις ἑαυτοῦ βιβλίοις οὐ μόνον τὰς τῶν νόσων διαφορὰς
2. ἀκολούθως ταῖς ἀρχαῖς ταύταις ποιούμενος,
3. ἀλλὰ καὶ τοὺς τῶν ἰάσεων τρόπους ἐντεῦθεν εὑρίσκων. τὰ
4. νοσήματα μὲν γὰρ αὐτῶν κατὰ τὸ θερμόν τε καὶ ψυχρὸν,
5. ὑγρόν τε καὶ ξηρὸν ἀλλήλων διαφέρει. ἡ θεραπεία δὲ γίγνεται
6. τῶν μὲν θερμῶν ψυχομένων, τῶν δ᾿ ὑγρῶν ξηραινομένων,
7. ὥσπερ γε καὶ τῶν μὲν ψυχρῶν θερμαινομένων, τῶν
8. δὲ ξηρῶν ὑγραινομένων. ἔτι τε τούτων ἔμπροσθεν αὐτῶν
9. τῶν κατὰ τοὺς ἀνθρώπους φύσεων τὰς μὲν θερμὰς ἡγεῖται,
10. τὰς δὲ ψυχρὰς, τὰς δὲ ὑγρὰς, τὰς δὲ ξηρὰς, ἡλικίας
11. τε ὡσαύτως καὶ χώρας κατὰ τὸν αὐτὸν τρόπον ἀλλήλων
12. διαφέρειν ὑπολαμβάνει, μηδὲν τούτων Ἐρασιστράτου ποτὲ
13. φθεγξαμένου, καθάπερ οὐδὲ ἄλλου τινὸς, ὅσοι τὸ θερμὸν
14. ἐπίκτητον, οὐ σύμφυτον εἶναι νομίζουσιν. οὕτω δὲ καὶ τἄλλα
15. πάντα τὰ κατὰ μέρος ὁ μὲν Ἱπποκράτης εἰς τὰς ἀρχὰς
16. ταύτας ἀναφέρει, οὐ φυλάττει δ᾿ Ἐρασίστρατος, ὡς διὰ
17. τοῦτο καὶ τῶν φυσικῶν ἔργων ἀνεπιζήτητα καταλιπεῖν ἔνια,
18. καθάπερ ἐδιδάξαμεν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι.
1. ἐπεὶ δὲ οἱ πᾶσι λωβώμενοι τοῖς καλοῖς ἐγκαλοῦσι
2. τῷ μήκει τοῦ λόγου, πάντα μᾶλλον ἢ ὑπομνήματα
3. γράφειν ἡμᾶς εἰπόντες, ἔγνωκα καὶ ταύτην αὐτῶν ἀποκόψαι
4. τὴν ἐπήρειαν, ἰδίαν γράψας ἑτέραν πραγματείαν, ἐν
5. ᾗ δείξω τὴν αὐτὴν δόξαν Ἱπποκράτει ἐμὲ διαφυλάττοντα,
6. τῇ κατὰ τὸ περὶ φύσεως ἀνθρώπου γεγραμμένῃ καὶ κατὰ
7. τὰ ἄλλα πάντα συγγράμματα. οἶδα δὲ πάλιν ὥσπερ ἐν
8. ἅπασι τοῖς ἀποδεικνυομένοις ὑφ᾿ ἡμῶν, οἱ βάσκανοι διαβάλλειν
9. αἰδεσθέντες τὰ πρὸς ἁπάντων ἐπαινούμενα, μέμφονταί
10. τινα θεωρήματα τῶν κοινωνούντων αὐτοῖς, οὕτω
11. καὶ νῦν πράξοντας αὐτούς. ἐπὶ μὲν γὰρ τῶν γραφησομένων
12. βιβλίων ἐροῦσι χρῆσθαι μὲν ὄντως Ἱπποκράτην σκοποῖς
13. στοιχειώδεσι, τῷ θερμῷ καὶ ψυχρῷ καὶ ξηρῷ καὶ
14. ὑγρῷ, οὐ μήν γ᾿ ἀληθῶς ὑπολαμβάνειν αὐτόν. ὅταν δ᾿ ἀποδεικνύῃ
15. πάλιν, ἐκ τούτων τὰ σώμαθ᾿ ἡμῶν συγκεῖσθαι, μὴ
16. δοκεῖν Ἱπποκράτει τοῦτο ἐροῦσιν, οὐ γὰρ εἶναι τὸ περὶ
17. φύσεως ἀνθρώπου βιβλίον Ἱπποκράτους. ὥσπερ οὖν ἐκεῖνοι
18. κακουργοῦντες οὐ παύονται, οὕτω καὶ ἡμεῖς μεμνῆσθαι τῶν
1. προκειμένων ἐν ἑκάστῳ τῶν ὑπομνημάτων ἀναμιμνήσκειν αὐτοὺς
2. καὶ μήθ᾿ ὅταν ἀποδεικνύωμεν Ἱπποκράτην κατὰ πάντα
3. τὰ συγγράμματα θεμέλιον τῆς ἑαυτοῦ τέχνης τιθέμενον ἐν
4. τῇ περὶ τῶν εὑρημένων στοιχείων ἐπιστήμῃ, καταλιπόντες
5. τοῦτο, περὶ τῆς ἀληθείας αὐτῶν ζητῶσι, μήθ᾿
6. ὅταν περὶ τῆς ἀληθείας ζητῶμεν, ἢ καὶ ἀποδεικνύωμεν,
7. ἀποχωρείτωσαν ἐπὶ τὴν περὶ τῆς γνώμης αὐτοῦ σκέψιν,
8. ἀλλ᾿ ἰδίᾳ μὲν εἰ ἀληθὴς ὁ περὶ τῶν στοιχείων λόγος ἐξεταζέτωσαν,
9. ἰδίᾳ δὲ, εἰ ταῦθ᾿ Ἱπποκράτης ἐτίθετο στοιχεῖα.
10. δυοῖν οὖν ὄντοιν τούτοιν τοῖν προβλημάτοιν, τὸ πρότερον
11. ἔν τε τῷ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων κᾀν τῷ
12. νῦν προκειμένῳ λόγῳ σκοπείτωσαν. ἐκ περιουσίας δὲ κατὰ
13. τὴν ἀκολουθίαν τοῖς οὐκ ἀσυνέτοις φαίνεται τὰ αὐτὰ τιθέμενος
14. ἀεὶ στοιχεῖα, τό τε βιβλίον τὸ νῦν ἡμῖν προκείμενον
15. αὐτὸς γράψας.