Galenus. In Hippocratis De natura hominis commentaria libr. I-II (In Hipp. De nat. hom. comm.) [n° 090 Fichtner] [GalLat]

Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
Mewaldt, 1914.
Hippocratis De natura hominis et Galeni in eum commentarius, 1828, vol. 15, p. 1-173. urn:cts:greekLit:tlg0057.tlg085.verbatim-lat1

Hippocratis De natura hominis et Galeni in eum commentarius, 2.1, ed. Kühn, 1828, vol. 15, p. 110-117. urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1:2.1


2. Εἰδέναι χρὴ καὶ τάδε πρὸς ἐκείνοισιν, ὅτι ὁκόσα
3. πλησμονὴ τίκτει νουσήματα, κένωσις ἰῆται· ὁκόσα δὲ ἀπὸ
4. κενώσιος γίνεται νουσήματα, πλησμονὴ ἰῆται· ὁκόσα δὲ
5. ἀπὸ ταλαιπωρίης γίνεται, ἀνάπαυσις ἰῆται· ὁκόσα δὲ
6. ὑπερτέρη ἀργίη νουσήματα τίκτει, ταλαιπωρίη ἰῆται. τὸ
7. δὲ ξύμπαν γνῶναι δεῖ τὸν ἰητρὸν ἐναντίον ἵστασθαι τοῖσι
8. καθεστηκόσι καὶ νουσήμασι καὶ εἴδεσι καὶ ὥρῃσι καὶ
9. ἡλικίῃσι καὶ τὰ ξυντείνοντα λύειν καὶ τὰ λελυμένα ξυντείνειν.
10. οὕτω γὰρ ἂν μάλιστα τὸ κάμνον ἀναπαύοιτο, ἥ τε
11. ἴησις τοῦτό μοι δοκέει εἶναι.

13. Ταύτης ὅλης τῆς ῥήσεως ἑκάστου στίχου Διοσκουρίδης
14. προέγραψε σημεῖον ὃ καλοῦσιν ὀβελὸν, οἵῳ σημείῳ καὶ Ἀρίσταρχος
15. ἐχρήσατο παρὰ τῷ ποιητῇ πρὸς τοὺς ὑποπτευομένους
16. ὑπ᾿ αὐτοῦ στίχους. ταῦτα μὲν ὁ Διοσκουρίδης ἔγραψεν,
17. εἰκάζων εἶναι τὴν προκειμένην ῥῆσιν Ἱπποκράτους
18. τοῦ Θεσσαλοῦ υἱέος. δύο γὰρ υἱοὶ οὗτοι γεγόνασι τοῦ μεγάλου
1. Ἱπποκράτους, Θεσσαλὸς καὶ Δράκων, ὧν ἑκάτεροι
2. πάλιν Ἱπποκράτεις ἐγέννησαν. ταῦτα μὲν τὰ κατὰ τὴν ῥῆσιν
3. εἰρημένα. προσήκει δέ που καὶ ἡμῖν ἐπισκέψασθαι
4. περὶ αὐτῶν, ἑκάστην τῶν λέξεων ἰδίᾳ προειρησαμένοις, ὁκόσα
5. πλησμονὴ τίκτει νουσήματα, κένωσις ἰῆται. οὐ ταὐτόν ἐστι
6. φάναι συνεκτικὸν αἴτιον νόσων εἶναι πλησμονήν τε καὶ κένωσιν,
7. ἕκαστόν τε καὶ τῶν ἐφεξῆς εἰρημένων, τῷ γίγνεσθαί
8. τι διὰ πλησμονὴν, ἤ τι τῶν ἄλλων. ἀληθὲς μὲν γὰρ τὸ
9. γίγνεσθαί. τινα νοσήματα διὰ πλησμονὴν, ἢ ὑπὸ πλησμονῆς.
10. οὐδὲν γὰρ διήνεγκεν οὕτως ἢ ἐκείνως εἰπεῖν, οὐκ ἀληθὲς
11. δὲ συνεκτικὸν αἴτιον εἶναι νοσήματος πλησμονήν. ἡ μὲν
12. γὰρ νόσος αὐτὴ διάθεσίς τίς ἐστιν ἐν ζώου σώματι, πρώτως
13. βλάπτουσα τὴν ἐνέργειαν, ὡς ἐν τῷ περὶ τῆς τῶν νοσημάτων
14. διαφορᾶς γράμματι δέδεικται. πλησμονὴ δὲ πρώτως
15. μὲν ἐνέργειαν οὐ βλάπτει, καθότι δέδεικται καὶ τοῦτο
16. πάλιν ἐν τῷ περὶ πλήθους λόγῳ· διὰ μέσης δέ τινος ἑτέρας
17. διαθέσεως, ἥντινα διάθεσιν Ἐρασίστρατος μὲν ἑτέρως,
18. Ἀσκληπιάδης δ᾿ ἑτέρως, οἱ πνευματικοὶ δ᾿ ὀνομασθέντες
1. ἰατροὶ κατ᾿ ἄλλον τρόπον προτίθενται γίγνεσθαι. λέλεκται
2. δὲ καὶ ἡμῖν ἐπὶ πλέον, ὅπως ὑφ᾿ ἑκατέρου πλήθους νοσήματα
3. γίγνεται. διττὸν γὰρ ἐδείχθη τὸ πλῆθος, ὡς μὲν
4. πρὸς τὴν δύναμιν ἕτερον, ὡς δὲ πρὸς τὴν κοιλότητα τῶν
5. ἀγγείων ἕτερον. τὸ μὲν οὖν ὡς πρὸς τὴν δύναμιν εἰς
6. διαφθοράς τε τοὺς χυμοὺς ἄγει καὶ ῥεῦμα τοῖς ἀσθενεστέροις
7. ἐν τῷ σώματι μορίοις ἐπιπέμπει. τὸ δ᾿ ὡς πρὸς τὸ
8. ἔγχυμα τάς τ᾿ ἀναστομώσεις τε καὶ τὰς ῥήξεις τῶν ἀγγείων
9. ἐργάζεται καί ποτε θανάτους ἐξαιφνιδίους, ὅταν ἀποφράξῃ
10. τὰς διαπνοὰς τοῦ σώματος. ἴασις οὖν λέγεται καὶ τῶν
11. ποιούντων τὰς νόσους, οὐ μόνον αὐτῶν τῶν ἤδη γεγενημένων
12. νόσων. εἰ δὲ τῷ κυρίῳ κατ᾿ αὐτῶν ὀνόματι χρῶτό τις,
13. προηγούμενα τῶν νόσων ἐρεῖ τὰ τοιαῦτα τῶν αἰτιῶν, ὥσπερ
14. Ἀθήναιος. ὑφ᾿ οὗ δὲ πάλιν αὐτὰ ταῦτα τὰ προηγούμενα
15. γίγνεται, προκαταρκτικά τε καὶ προκατάρχοντα καλέσεις
16. . πλῆθος γὰρ ἐδεσμάτων, ἀπεψίαι τε καὶ
17. λουτρὰ καὶ γυμνάσια μὴ κατὰ καιρὸν γιγνόμενα καὶ πανθ᾿
18. ὅσα διῆλθον ἐν τῷ περὶ τῶν προκαταρκτικῶν αἰτιῶν ὑπομνήματι, 
1. τῶν προηγουμένων αἰτιῶν ἑκάστης νόσου γίνεται
2. ποιητικά. ὁκόσα δὲ ὑπὸ κενώσιος γίγνεται νουσήματα,
3. πλησμονὴ ἰῆται. οὐ κυρίως δοκεῖ κεχρῆσθαι τῷ τῆς πλησμονῆς
4. ὀνόματι νῦν ὁ γράψας τὴν ῥῆσιν ταύτην, πάντων
5. εἰωθότων οὐ μόνον ἰατρῶν, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων
6. τὸ τῆς πλησμονῆς ὄνομα μᾶλλόν πως ἐπιφέρειν ταῖς ὑπερβολαῖς
7. τῆς συμμέτρου ποσότητος, οὐ μήν γε τὴν κένωσιν
8. ἐπανορθοῦσθαι διὰ τῆς ἐναντίας ἀμετρίας. ἄκουσον οὖν
9. ἐφεξῆς τὸν συναγορεύοντα ταῖς ἀμετρίαις λόγον. ὄντων γάρ
10. τινων συμμέτρων σιτίων, ὡς πρὸς τὴν τοῦδέ τινος ἕξιν,
11. ὑγιαίνοντος μὲν ἔνδεια καὶ ὑπερβολὴ κατὰ τὴν πρὸς ταῦτα
12. παραβολὴν νοηθήσεται, ὁ δὲ κενωθεὶς εἰ μέλλοι πληροῦσθαι,
13. τὴν ποσότητα τῆς ἔμπροσθεν ὑπαρχούσης αὐτῷ συμμετρίας
14. αὐξηθήσεται. ἐὰν γὰρ ὅσα πρὶν κενωθῆναι προσεφέρετο
15. τὰ σιτία, τοσαῦτα καὶ νῦν προσφέρηται, τὸ κενωθὲν
16. οὐδέποτε ἀναπληρώσει. τεχνίτου δέ ἐστι μετρίως ποιήσασθαι
17. τὴν παραύξησιν αὐτῶν, καὶ μήτε παρὰ καιρὸν ἐμπιπλάναι
18. μήτ᾿ ἐξαίφνης τε καὶ ἀθρόως τὸ κενωθέν. δοκοῦσι
1. δ᾿ ἔνιοι τῶν ἰατρῶν τὰς κενώσεις μηδέποτε νόσων
2. αἰτίας γίγνεσθαι. μόνας γὰρ ἐργάζεσθαί φασιν αὐτὰς τῆς
3. μὲν δυνάμεως ἀῤῥωστίαν, τῆς δ᾿ ἕξεως τοῦ σώματος ἰσχνότητα,
4. μηδὲν δὲ τῶν νοσημάτων ὑπ᾿ ἐνδείας γίγνεσθαι. ἀλλ᾿
5. οὗτοί γε οὐχ ὁρῶσι τὰς γιγνομένας νόσους τοῖς ἀμέτρως
6. κενωθεῖσιν. ἑτοίμως τε γὰρ καὶ ἐπὶ ταῖς τυχούσαις προφάσεσι
7. καταψύχοντα καὶ πάλιν ἐκκαίονται ταχέως καὶ
8. κόποις ἁλίσκονται ῥᾳδίως καὶ πᾶσι τοῖς ἔξωθεν αἰτίοις,
9. ὥσπερ γε καὶ ὑπὸ ἀγρυπνίας καὶ λύπης καὶ ἀπεψίας καὶ
10. ὀργῆς εἰς νόσους ἄγονται μᾶλλον οὗτοι τῶν εὐεκτούντων.
11. ὁκόσα δὲ ἀπὸ ταλαιπωρίης γίγνεται, ἀνάπαυσις ἰῆται. ταλαιπωρίας
12. δηλονότι κέκληκε τὰς κατὰ τὰς ἀμέτρους κινήσεις
13. γινομένας. ὅτι δ᾿ ἀναπαύεσθαι χρὴ τοὺς οὕτω διατεθέντας
14. ἅπαντες οἱ ἄνθρωποι γινώσκουσι καὶ πράττουσι,
15. μηδὲ πυθέσθαι τῶν ἰατρῶν δεόμενοι. δέδεικται δ᾿ ἡμῖν
16. ὅτι καὶ τὰ ἄλογα ζῶα, οὐ μόνον ἄνθρωποι, διὰ τῶν ἐναντίων
17. τοῖς βλάψασι τὰς βλάβας ἐπανορθοῦνται. ὁκόσα δὲ
1. ὑπερτέρη ἀργίη νουσήματα τίκτει, ταλαιπωρίη ἰῆται. οὐδ᾿
2. ἡ ἀργία πρώτως τε καὶ δι᾿ ἑαυτῆς, ἀλλὰ διὰ μέσου τοῦ
3. πλήθους ἐργάζεται τὰς νόσους. ἧττόν τε γὰρ διαφοροῦνται
4. τοῖς ἀργοῦσι τὰ τοῦ σώματος μόρια, ἀῤῥωστότερά τε γίγνονται
5. ὡς ἑκάτερον ὑπ᾿ αὐτῆς γίγνεσθαι πλῆθος. ἡ τοίνυν
6. ἀμετροτέρα κίνησις ἰσχυροτέραν μὲν οὐκ ἐργάζεται τὴν
7. δύναμιν, ἐκκενοῖ δὲ τὴν περιουσίαν τῶν ἀθροισθέντων ὑγρῶν.
8. εὔδηλον οὖν ὅτι εἰ καὶ κατ᾿ αὐτὴν βραχὺ πλεονάσειεν ἢ
9. προσήκει τῆς συμμέτρου κινήσεως, κοπώδη μὲν ἠρέμα διὰ
10. ταύτης γενέσθαι τὸν ἄνθρωπον, οὐ μὴν πυρέξαι γε. τὸ δὲ
11. ξύμπαν γνῶναι δεῖ τὸν ἰητρὸν ἐναντίον ἵστασθαι τοῖσι καθεστηκόσι
12. νουσήμασι καὶ εἴδεσι καὶ ὥρῃσι καὶ ἡλικίῃσιν.
13. εἴδεσιν ἔοικε λέγειν ταῖς τοῦ σώματος φύσεσιν, ὧν τὴν οὐσίαν
14. ἐν τῇ τῶν τεττάρων στοιχείων κράσει δεδείχαμεν εἶναι.
15. νοσήματα μὲν οὖν ἅπαντα διὰ τῶν ἐναντίων ταῖς δυνάμεσιν,
16. οὐ ταῖς προχείροις φαντασίαις ἐδείχθη θεραπευόμενα.
17. φύσις δὲ σώματος, ὅπερ ἐστὶν ἡ κρᾶσις, οὐ πᾶσα διὰ τῶν
18. ἐναντίων ἐπανορθοῦται, ὥσπερ οὐ δ᾿ ὧραι καὶ ἡλικίαι.
1. γίγνονται μὲν γάρ τινες εὔκρατοι, καθάπερ καὶ δύσκρατοί
2. τινες ἕτεραι, τῶν μὲν εὐκράτων ἡ εὐκρασία φυλάττεται διὰ
3. τῶν ὁμοίων, τῶν δὲ δυσκράτων ἡ δυσκρασία διὰ τῶν ἐναντίων
4. ἐπανορθοῦται. διώρισται δὲ περὶ τούτων ἐν
5. τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. καὶ τὰ ξυντείνοντα λύειν καὶ
6. τὰ λελυμένα ξυντείνειν. οὐ κατὰ τὸ πρέπον ἐποιήσατο τὴν
7. τῶν νοσημάτων ἀντίθεσιν. τῷ μὲν γὰρ ξυντείνοντι τὰ
8. λύοντα, τῷ δὲ λελυμένῳ τὰ ξυντεταμένα κατὰ ἀντίθεσιν
9. οἰκείως ὀνομάζεται. λέγεται δὲ τὰ μὲν ξυντείνοντα καὶ
10. λύοντα κυρίως ἐπὶ τῶν αἰτιῶν, οὐκέτ᾿ ἐπ᾿ αὐτῶν τῶν βλαπτομένων
11. σωμάτων, ἔμπαλιν δὲ τὰ συντεταμένα καὶ λελυμένα,
12. κατὰ τῶν ἤδη βεβλαμμένων, ἔπειτα τὰ συντεινόμενα
13. καὶ λυόμενα σωμάτων ἐστὶν, οὐ νοσημάτων ὀνόματα συντεινομένων
14. καὶ λελυμένων, ὥσπερ γε καὶ τὸ σκληρὸν καὶ
15. τὸ μαλακὸν, ἀραιόν τε καὶ πυκνὸν, ὑπὲρ ὧν εἴρηται κάλλιον
16. ἐν τῷ ἕκτῳ τῶν ἐπιδημιῶν ἐν τῇδε τῇ λέξει· δέρματος
17. σκληροῦ μάλαξις, συντεταμένου χάλασις. εἴρηται δὲ ἐν
18. τούτῳ τῷ βιβλίῳ κατὰ τὸ συνεχὲς καὶ περὶ τοῦ στεγνῶσαι,
1. ὅπερ ἐστὶν ἐναντίον τῷ ἀραιῶσαι. τοῦτο δ᾿ αὖ πάλιν τῷ
2. πυκνουμένῳ τὴν αὐτὴν ἔχει δύναμιν, ὥσπερ γε καὶ τὸ πεπυκνωμένον
3. τῷ ἐστεγνωμένῳ.

Cliquer un n° de page pour en afficher l’image