15. Ὁκόσοι πῦον πολλὸν πτύουσιν ἄτερ πυρετοῦ ἐόντες καὶ
16. ὁκόσοισιν ὑπὸ τὸ οὖρον πῦον ὑφίσταται πολλὸν ἄτερ ὀδύνης
17. ἐοῦσι καὶ ὁκόσοισι τὰ ὑποχωρήματα αἱματώδεα, ὥσπερ
18. ἐν τῇσι δυσεντερίῃσι, καὶ χρόνια ἃ νέοισιν ἐοῦσι πέντε
1. καὶ τριάκοντα ἐτέων καὶ γεραιτέροισι, τουτέοισι πᾶσιν
2. ἀπὸ ταυτομάτου τὰ νουσήματα γίνεται. ἀνάγκη γὰρ τουτέους
3. ταλαιπώρους τε γίνεσθαι καὶ φιλοπόνους τῷ σώματι
4. καὶ ἐργάτας νεανίσκους ἐόντας. ἔπειτα δ᾿ ἐξανεθέντας
5. τῶν πόνων σαρκωθῆναι μαλθακῇ σαρκὶ καὶ πολὺ
6. διαφερούσῃ τῆς προτέρης καὶ πολλὸν διακεκριμένον ἔχειν
7. τὸ σῶμα, τότε προϋπάρχον καὶ τὸ ἐπιτραφὲν, ὥστε μὴ
8. ὁμολογεῖν. ὁκόταν οὖν νούσημά τι καταλάβῃ τοὺς οὕτω
9. διακειμένους, τότε μὲν παραχρῆμα διαφεύγουσιν, ὕστερον
10. δὲ μετὰ τὴν νοῦσον χρόνῳ τήκεται τὸ σῶμα καὶ
11. ῥέει διὰ τῶν φλεβῶν, ᾗ ἂν εὐρυχωρίη μάλιστα τύχῃ,
12. ἰχωροειδές. ἢν μὲν οὖν ὁρμήσῃ ἐς τὴν κοιλίην τὴν κάτω,
13. σχεδόν τι οἷόνπερ ἐν τῷ σώματι ἐνέῃ, τοιοῦτο καὶ τὸ διαχώρημα
14. γίνεται. ἅτε γὰρ τῆς ὁδοῦ κατάντεος ἐούσης,
15. οὐχ ἵσταται πολλὸν χρόνον ἐν τῷ ἐντέρῳ. ὁκόσοισι δ᾿
16. ἂν ἐς τὸ στῆθος ἐσρυῇ, ὑπόπυοι γίνονται, ἅτε τῆς καθάρσεως
17. ἀνάντεος ἐούσης καὶ χρόνον ἐναυλιζόμενον πολλὸν,
18. ἐν τῷ στήθει κατασήπεται καὶ γίνεται πυοειδές.
1. ὁκόσοισι δ᾿ ἂν ἐς τὴν κύστιν ἐξερεύγηται ὑπὸ τῆς θερμότητος,
2. τουτέου τοῦ χωρίου τὸ καὶ θερμὸν καὶ λευκὸν
3. γίνεται καὶ διακρίνεται, καὶ τὸ μὲν ἀραιότατον ὑφίσταται
4. ἄνω, τὸ δὲ παχύτατον κάτω, ὃ δὴ πῦον καλεῖται.
6. Τὰ μὲν εἰρημένα κατὰ τὴν προκειμένην ῥῆσιν ἅπαντά
7. ἐστι σαφῆ καὶ δεῖται τοῦ προσέχοντος αὐτοῖς τὸν νοῦν, οὐκ
8. ἐξηγητοῦ σαφηνίζοντος. εἰ δ᾿ ἀληθῆ πάντ᾿ ἐστὶ, βασανίζειν
9. χρὴ τὸ μὲν τῇ πείρᾳ, τὸ δὲ τῷ λόγῳ. τῇ πείρᾳ μὲν, εἰ
10. χωρὶς τοῦ πυρέξαι τινὲς ὤφθησαν, ἢ ἀποπτύοντες πῦον,
11. ἢ τοῖς οὔροις ἐκκρίνοντές τι, ἔτι δὲ πρὸς τούτοις, εἰ ταλαιπωροῦντες
12. ἐν τῷ πρόσθεν βίῳ νῦν ἐπαύσαντο χρόνῳ
13. συχνῷ καὶ εἰ νοσήσαντες μὲν οὗτοι διεσώθησαν. ὕστερον
14. δ᾿ αὐτοῖς αἱ εἰρημέναι πυώδεις ἐκκρίσεις ἐπιγίγνονται. ταῦτα
15. μὲν οὖν τῇ πείρᾳ κριθῆναι χρή. τῷ λόγῳ δὲ τὴν αἰτίαν,
16. ὑφ᾿ ἧς γίνεσθαί φησιν ὁ γράψας αὐτὰ, πότερον ἀληθὴς,
17. ἢ ψευδής ἐστιν. ὅτι μὲν οὖν οὐκ ἔχει τὸ ἐξ ἀνάγκης
18. τὰ εἰρημένα πρὸς αὐτοῦ πρόδηλόν ἐστι τοῖς γεγυμνασμένοις
1. ἐν ἀποδεικτικαῖς μεθόδοις. εἰ δὲ τὸ πιθανὸν γοῦν
2. ἔχει καθ᾿ ἑαυτὸν ἕκαστος σκοπείσθω. κινδυνεύει γὰρ |ἐν
3. τῷ πρός τι τὸ πιθανὸν εἶναι. περὶ μὲν οὖν τῶν διὰ πείρας
4. φαινομένων ἔχοιμι ἄν σοι κᾀγὼ φάναι τό γε τοσοῦτο,
5. ὡς αἱματώδεις μὲν ἐκκρίσεις διὰ γαστρὸς εἶδον οὐκ ὀλίγας
6. γινομένας τισὶ τῶν καταλυσάντων ἔθος γυμνασίων σφοδρῶν,
7. οὐδεμίαν δὲ ἔκκρισιν πυώδη. μυξώδη μέντοι πολλάκις ἐκ
8. περιόδων τινῶν ἀτάκτων τε καὶ τεταγμένων, οὐρούμενά τε
9. καὶ διὰ γαστρὸς ἐκκρινόμενα τούτοις ἐθεασάμην, ὥσπερ γε
10. καὶ πτύσματα πέπονα μὲν, οὐ μὴν πυώδη γε.