9. Εὖ γὰρ χρὴ εἰδέναι ὅτι ὁ ἄνθρωπος τῇ πρώτῃ τῶν ἡμερέων
10. θερμότατός ἐστιν αὐτὸς ἑωϋτοῦ, τῇ δ᾿ ὑστάτῃ
11. ψυχρότατος.
13. Ἁπλῶς τῶν λεγόντων θερμότατον, ἄνευ διορισμοῦ, τῇ
14. πρώτῃ τῶν ἡμερῶν εἶναι τὸν ἄνθρωπον, οὐκ ἀληθὴς ὁ
15. λόγος ἐστὶ, μετὰ διορισμοῦ δ᾿ ἀληθής. θερμότατος γὰρ ἄν
16. γε ῥηθῇ τῷ ἐμφύτῳ. τοῦτο γάρ ἐστι πλεῖστον τοῖς παιδίοις.
17. ὁ δὲ γράψας τὴν προκειμένην ῥῆσιν αὐτὸ τὸ κυριώτατον
18. ἐν τῷ λόγῳ παρακήκοεν, ὡς διὰ τῆς ἑπομένης
19. ῥήσεως ἔσται δῆλον. εὑρεθήσεται γὰρ οὐχ ὡς Ἱπποκράτης
1. τὰ αὐξανόμενα πλεῖστον ἔχειν τὸ ἔμφυτον θερμὸν ἔφη καὶ
2. αὐτὸς οὕτως γινώσκων, ἀλλ᾿ ἄνευ τοῦ ἐμφύτου ἡγούμενος
3. ἁπλῶς εἶναι θερμὰ τὰ αὐξανόμενα.