6. Ἀνάγκη γὰρ αὐξανόμενον καὶ χωρέον τὸ σῶμα πρὸς βίην
7. θερμὸν εἶναι.
9. Ἱπποκράτους εἰπόντος τὰ αὐξανόμενα πλεῖστον ἔχειν
10. τὸ ἔμφυτον θερμὸν, οὕτως ἔοικεν ἁπλῶς ἀκηκοέναι θερμὸν
11. εἶναι τοῖς αὐξανομένοις τὸ σῶμα, μὴ προσκειμένου τῷ λόγῳ
12. τὸ ἔμφυτον. χωροῦν γὰρ αὐτό φησι πρὸς βίαν θερμὸν γίνεσθαι.
13. τὸ δὲ πρὸς βίην χωρεῖν, τοινόδε τι βούλεται
14. δηλοῦν. ἔργον αὐτῷ δοκεῖ βίαιόν τι καὶ ἰσχυρὸν ἡ αὔξησις
15. εἶναι, ὥσπερ αὖ τἄλλα τῶν ἰσχυρῶν ἔργων ἐκθερμαίνει
16. τοὺς ἐνεργοῦντας, οὕτω καὶ ἡ αὔξησις. ἀλλ᾿ ἔμπαλίν γε
17. ἐχρῆν αὐτὸν εἰρηκέναι, διὰ τὸ ἔμφυτον θερμὸν αὔξεσθαι
18. τοὺς παῖδας, οὐ διὰ τὴν αὔξησιν γίνεσθαι θερμούς. τὸ γὰρ
1. ἔμφυτον θερμὸν οὐ μόνον εὔκρατον θερμὸν, ἀλλὰ καὶ ὑγρόν.
2. εἰκότως οὖν αὔξεται τὰ τοιαῦτα σώματα. διατεινόμενα
3. γὰρ εἰς τὰς τρεῖς διαστάσεις οἱονεὶ καὶ διαφυσώμενα,
4. τὴν εἰς ἁπάσας αὐτὰς ἐπίδοσιν λαμβάνει. διατείνει μὲν οὖν
5. ἡ φύσις αὐτὰ πάντῃ, πρὸς τοῦτο ὀργάνῳ συμφύτῳ χρωμένη
6. τῷ θερμῷ. διατείνεται γὰρ ἑτοίμως διὰ τὴν ὑγρότητα.
7. τά γε μὴν πολλὰ τῶν παίδων ἀδηφαγοῦντά πλεῖστον
8. ἀθροίζει τὸν ἰδίως ὀνομαζόμενον ὠμὸν χυμὸν, ἐξ οὖ ῥᾳδίως
9. ὁ λίθος γεννᾶται, τούτου μὲν ὕλης ἔχοντος λόγον, ἐξ οὖ ὁ
10. λίθος γεννᾶται, ποιητικοῦ δὲ αἰτίου τῆς θερμασίας.