6. Καὶ κατὰ τοῦτον τὸν λόγον, ὁκόσον τῇ προτέρῃ τῶν ἡμερέων
7. πλεῖστον αὔξεται ἄνθρωπος, τοσοῦτο θερμότερος
8. γίνεται, καὶ τῇ ὑστάτῃ τῶν ἡμερέων, ὁκόσον πλεῖστον
9. καταμαραίνεται, τοσοῦτο ψυχρότερον ἀνάγκη εἶναι.
11. Ὀρθῶς οὖν ἡμεῖς ἐξηγησάμεθα τὴν προκειμένην ῥῆσιν,
12. ἐν ᾖ φησιν· ἀνάγκη γὰρ αὐξανόμενον καὶ χωρέον τὸ σῶμα
13. πρὸς βίην θερμὸν εἶναι. ἐχρῆν γὰρ ἔμπροσθεν αὐτὸν εἰπεῖν
14. διὰ τὸ ἔμφυτον θερμὸν αὔξεσθαι τὸ αὐξανόμενον, ἀλλ᾿ οὐ
15. διὰ τὴν αὔξησιν γίνεσθαι θερμόν. ἀνάλογον δὴ τούτου κᾀπὶ
16. τοῦ παρακμάζοντος, ἐπεὶ μηκέτ᾿ αὔξεται, ψυχρὸν αὐτὸ νομίζειν
17. γίνεσθαι διὰ τὴν ἀργίαν τῆς πρότερον μὲν ἐνεργούσης
18. αὐξήσεως, νυνὶ δὲ παυομένης.