2. Ὑγιέες δὲ γίνονται αὐτόματοι οἱ οὕτω διακείμενοι, πλεῖστοι
3. μὲν ἐν τῇ ὥρῃ ἣν ἄρχονται τήκεσθαι, πέντε καὶ τεσσαράκοντα
4. ἡμερέων. ὁκόσοι δ᾿ ἂν τὴν ὥρην ταύτην ὑπερβάλλωσιν,
5. ἐνιαυτῷ αὐτόματοι ὑγιέες γίνονται, ἢν μή τι
6. ἐς ἄλλο κακουργῆται ὁ ἄνθρωπος.
8. Τίνας λέγει τοὺς οὕτω διακειμένους; οὓς προειρήκει
9. δηλονότι καταλύσαντας τὰ γυμνάσια διὰ τὴν ἀργίαν ἀποπτύειν
10. τε καὶ οὐρεῖν πῦον, ἁλίσκεσθαί τε δυσεντερίαις. ἐγὼ
11. δὲ ἔφην ἁλισκομένους μὲν δυσεντερίαις αἱματηραῖς ἑωρακέναι
12. πολλοὺς τῶν εἰς ἄπονον μεταστάντων ἐκ ταλαιπωρικοῦ
13. καὶ ἐργαστικοῦ τοῦ πρόσθεν βίου. πῦον δὲ οὔτ᾿ ἀναβήττοντας
14. οὔτ᾿ οὐροῦντας ὦφθαί μοί τινας. ἀλλ᾿ οὗτός γέ
15. μοι δοκεῖ τὸν ὠμὸν ὀνομαζόμενον χυμὸν ὅταν πεφθῇ γε,
16. πῦον εἶναι. καὶ τί θαυμαστὸν, ὅπου γε καὶ ὁ Ἐρασίστρατος
17. τὰς ἐν τοῖς οὔροις ὑποστάσεις ἐπὶ τῶν πυρεσσόντων
18. οὐ τοῦτον εἶναι τὸν χυμὸν, ἀλλὰ πῦον ἡγεῖται; μηδ᾿ ὅτι
1. τῶν ὑγιαινόντων τοῖς ἀδηφαγοῦσιν ὑφίσταται πολὺ τὸ τοιοῦτο
2. γινώσκων. τεθεάμεθα γοῦν παμπόλλους τῶν ἀργῶς
3. βιούντων διὰ χρόνων τινῶν ἐκκρινομένους διὰ τῶν οὔρων
4. τῇ καλουμένῃ μύξῃ παραπλήσια πάμπολλα, καί τισιν αὐτῶν
5. βραδεῖαν ποιησαμένην τὴν διέξοδον πύῳ παραπλήσιον φαίνεται
6. τὸ ἐκκρινόμενον, καθάπερ γε κᾀπὶ τῶν ἀναπνευστικῶν,
7. διὰ τὸ πλείονι χρόνῳ κατεγχρωσμένα πέττεσθαι τὰ
8. τοιαῦτα. τούτου δ᾿ οὖν καὶ αὐτὸς εἶπε τὴν αἰτίαν ἔμπροσθεν
9. ἐπὶ μὲν τῆς δυσεντερίας τὸ κάταντες τῆς ὁδοῦ, ταχείας
10. διεξόδου τῶν περιττῶν αἴτιον εἶναι φάσκων, ἐπὶ δὲ
11. τῶν ἀναπτυομένων τὸ ἄναντες τῆς βραδείας, ἐπὶ δὲ τῶν
12. οὔρων τὴν θερμασίαν τοῦ χωρίου. εἰ δέ τις οὐ συγχωρεῖ
13. διαφέρειν ὠμοῦ χυμοῦ πῦον ἐν οὔροις, ἢ πτύσμασιν,
14. ἢ διαχωρήμασι, δυοῖν θάτερον οὗτος πέπονθεν, ἢ ἑκὼν
15. πανουργεῖν διὰ ἀκολουθίαν τὴν πρὸς τὸ δόγμα, καθάπερ
16. Ἐρασίστρατος ἐπὶ φλεγμονῇ γίνεσθαι βουλόμενος ἅπαντας
17. τοὺς πυρετοὺς, ἢ σοφιστής ἐστιν ἀνομίλητος τοῖς ἔργοις
18. τῆς τέχνης, οὓς ὀρθῶς ὀνομάζουσιν οἱ παλαιοὶ λογιατρούς.
1. ἕτερον γάρ ἐστι καὶ χρόᾳ καὶ συστάσει καὶ ὀσμῇ τὸ πῦον
2. ὠμοῦ χυμοῦ. καὶ γίνεται δὲ καὶ διὰ ῥινῶν καὶ διὰ στόματος
3. ἐν περιόδοις τισὶν ἀτάκτοις τε καὶ τεταγμέναις ἔκκρισις
4. ὠμῶν χυμῶν ἐκκαθαίρουσα τὸν ἐγκέφαλον, ἧς οὐκ ἐμνημόνευσε
5. νῦν ὁ ταύτην τὴν προγεγραμμένην ῥῆσιν γράψας.
6. εἰκότως δὲ ἔφησεν αὐτομάτως ὑγιάζεσθαι τοὺς προειρημένους,
7. ὅπερ ἐστὶν οὐδὲν ἡμῶν πραξάντων. αὐτάρκως
8. γὰρ ἡ φύσις αὐτοὺς ἐκκαθαίρει. προθεσμίαν δὲ τῆς ἐκκαθάρσεως
9. ἔθετο διττὴν αὐτοῖς, τὴν μὲν ἑτέραν κατὰ τὴν
10. ὥραν τοῦ ἔτους ἐν ᾗ τὴν εἰρημένην ἔκκρισιν αὐτοῖς ἄρξασθαι
11. συνέβη, τὴν δὲ ἑτέραν εἰς ἐνιαυτὸν ἐκτεινομένην, ἀλλὰ
12. καὶ τὴν ὀλιγοχρόνιον εἰς πέντε καὶ τεσσαράκοντα προήκειν
13. ἡμέρας. τινὲς δὲ οὐ πέντε καὶ τεσσαράκοντα γράφουσι,
14. ἀλλὰ τεσσεράκοντα. πολλοὺς δὲ ἐγὼ θεασάμενος οὕτω καθαιρομένους
15. ὑπὸ τῆς φύσεως, οὐ δύο μόνον ὡρῶν τῆς κενώσεως
16. εἶδον, ὡς οὗτος ἔγραψεν, ἀλλὰ καὶ πάνυ πολλάς.
17. ἄλλος γὰρ ἐν ἄλλῃ προθεσμίᾳ τελέως ἐξεκαθάρθη, τινὲς
18. μὲν τετταράκοντα ἡμέρας, τινὲς δὲ καὶ μέχρι μηνῶν προὔβησαν,
1. οὐκ ἴσων τῶν ἀριθμῶν. ἔστι δὲ οἳ καὶ δι᾿ ὅλου
2. τοῦ ἔτους παραμένον ἔχοντες τὸ σύμπτωμα.