5. Ὁκόσα δὲ τῶν νουσημάτων γίγνονται ἐξ ὀλίγου καὶ ὁκόσων
6. αἱ προφάσιες εὔγνωστοι, ταῦτα δὲ ἀσφαλέστατά ἐστι
7. προσαγορεύεσθαι. τὴν δὲ ἴησιν χρὴ ποιέεσθαι αὐτέων
8. ἐναγκούμενον τῇ προφάσει τῆς νούσου, οὕτω γὰρ ἂν λύοιτο
9. τὸ τὴν νοῦσον παρασχὸν ἐν τῷ σώματι.
11. Τούτῳ μάχεσθαι δοκεῖ τὸ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένον·
12. τῶν ὀξέων νοσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ
13. προσαγορεύσιες οὔτε τῆς ὑγιείης οὔτε τοῦ θανάτου.
14. καὶ Σαβῖνος αὐτὸ πειραθεὶς λῦσαι περιελάλησε
15. μὲν, οὐδὲν δὲ εἶπε πιθανόν. οὕτω δὲ καὶ ἄλλοι πολλοὶ τῶν
16. ἐξηγησαμένων τὸ βιβλίον. δοκοῦσι δή μοι μὴ συνηκέναι τί
17. σημαίνει τὸ ἐξ ὀλίγου. νομίζουσι γοῦν ἐπὶ τῶν ὀλιγοχρονίων
18. καὶ ὀξέων γίνεσθαι τὸν λόγον. ἔοικε δὲ οὐ περὶ τούτων
1. λέγειν τοῦτο, ἀλλὰ περὶ τῶν ἐξ αἰτιῶν προδήλων τὴν
2. γένεσιν ἐσχηκότων πρόσφατον, ἐξ ὀλίγου χρόνου καὶ οὐκ ἐκ
3. πολλοῦ κατασκευασθεῖσαν. ἐπὶ τούτων γὰρ ἡ πρόῤῥησις
4. τοῦ γενησομένου ῥᾴστη, ὅτι καὶ τὸ αἴτιον ὁποῖόν τε καὶ
5. πηλίκον ἐστὶν ἔγνωσται. ὅσα δὲ ἐκ πολλοῦ χρόνου κατὰ
6. βραχὺ γενόμενα μηδεμίαν ἔχον αἰτίαν προφανῆ τῆς γενέσεως,
7. οὐχ ὁμοίως ἐπὶ τούτων ἡ πρόγνωσις ἀσφαλής. ὑπόγυοι
8. δὲ αἰτίαι νοσημάτων εἰσὶν ἐγκαύσεις, ψύξεις, ἀγρυπνίαι,
9. λῦπαι, φροντίδες, ἀπεψίαι, σκληροκοιτίαι, κάματοι,
10. μέθαι καὶ τἄλλα τὰ τοιαῦτα. διὰ τοῦτ᾿ οὖν καὶ τὴν ἴασιν
11. ἔφη τῶν τοιούτων ποιεῖσθαι διὰ τῶν ἐναντίων τῇ προφάσει
12. τοῦ νοσήματος, οἶον εἰ ἐνεκαύθη|, ψύχοντα, εἰ ἐψύχθη,
13. θερμαίνοντα, εἰ ἔκαμεν, ἀναπαύοντα, εἰ ἤργησε παρὰ τὸ
14. ἔθος, ἐπὶ πλέον γυμνάζοντα, εἰ ἐπληρώθη, κενοῦντα, εἰ
15. ἐκενώθη, πληροῦντα, καθάπερ καὶ πρόσθεν εἶπε κατὰ
16. τὴν ῥῆσιν, ἦς ἡ ἀρχή· ὁκόσα πλησμονὴ τίκτει νουσήματα,
17. κένωσις ἰῆται.