2. Ὁκόσοισι δὲ ψαμμώδεα ὑφίσταται, ἢ πῶροι ἐν τοῖσιν οὔροισι,
3. τουτέοισι τὴν ἀρχὴν φύματα ἐγένοντο πρὸς τῇ
4. φλεβὶ τῇ παχείῃ καὶ διεπύησεν. ἔπειτα δὲ ἅτε οὐ ταχέως
5. ἐκραγέντων τῶν φυμάτων, πῶροι συνετράφησαν ἐκ
6. τοῦ πύου, οἵτινες ἔξω θλίβονται διὰ τῆς φλεβὸς σὺν τῷ
7. οὔρῳ ἐς τὴν κύστιν.
9. Γένοιτο μὲν ἄν ποτε καὶ καθ᾿ ἣν εἶπεν αἰτίαν οὖρα
10. τοιαῦτα. γένοιτο δ᾿ ἂν καὶ αὐτοῦ τοῦ νεφροῦ παθόντος
11. ὁμοίως, ἄνευ τῆς μεγάλης φλεβός. ὡς τὸ πολὺ δὲ χωρὶς
12. φυμάτων συμβαίνουσιν αἱ εἰρημέναι διὰ τῶν οὔρων ἐκκρίσεις,
13. ὅταν παχὺς, ἢ γλίσχρος ἱκανῶς χυμὸς βραδεῖαν ποιούμενος
14. τὴν διέξοδον ὑπὸ τῆς ἐν τῷ τόπῳ θερμασίας ξηραινόμενος
15. παγῇ.