18. Ὁκόσοισι δὲ αἱματώδεα μόνον τὰ οὐρήματα, τουτέοισιν αἱ
19. φλέβες πεπονήκασιν.
1. Τὸ πεπονήκασιν ἄδηλόν ἐστιν ἐπὶ τίνος εἴρηται. δύναται
2. γὰρ καὶ τὸ κεκμήκασι δηλοῦν, ὡς ἐκλύτους γεγονυίας
3. αὐτὰς, ἡμίπεπτόν τε γεννᾷν αἷμα καὶ μεθιέναι τοῦτο ῥᾳδίως
4. δι᾿ ἀτονίαν. ἢ ὡς ἀλλότριον ἀποκρίνειν. δύναται δὲ κοινῶς
5. τὸ πεπόνθασιν ἐκ τοῦ πεπονήκασι δηλοῦσθαι, μηδὲν αὐτῶν
6. τῶν νεφρῶν πεπονθότων, ἀλλ᾿ ἐν μόναις ταῖς φλεψὶν οὔσης
7. τῆς διαθέσεως, οὐ μὴν ὁποία τίς ἐστιν ἐκ τῆς τοιαύτης
8. ἐξηγήσεως δηλοῦται. πρόδηλον δέ ἐστιν ὡς οὔθ᾿ Ἱπποκράτης
9. οὔτε Πόλυβος εἶπεν ἂν οὐρήματα, δυνάμενοί γε εἰπεῖν,
10. ὁκόσοισι δὲ αἱματώδεα τὰ οὖρα. καὶ πολλάκις γε πάνυ τι
11. γράφων ὁ Ἱπποκράτης οὖρα, κατ᾿ οὐδεμίαν λέξιν
12. εἶπεν οὔρημα. καὶ ἄλλα δὲ πολλὰ τῶν παρεγγεγραμμένων
13. ἐνδείκνυται σαφῶς αὐτὰ μήθ᾿ Ἱπποκράτους εἶναι μήτε
14. Πολύβου.