2. Τὴν δὲ διάγνωσιν ἐκατέρων ὧδε χρὴ ποιέεσθαι. ὁκόταν
3. μὲν ὑπὸ ἑνὸς νουσήματος πολλοὶ ἄνθρωποι ἁλίσκωνται
4. κατὰ τὸν αὐτὸν χρόνον, τὴν αἰτίην χρὴ ἀνατιθέναι τουτέῳ
5. ὅ τι ἂν κοινότατόν ἐστι καὶ μάλιστα αὐτέῳ πάντες
6. χρεώμεθα. ἔστι δὲ τοῦτο ὃ ἀναπνέομεν. φανερὸν γὰρ
7. δὴ ὅτι τά γε διαιτήματα ἑκάστου ἡμέων οὐκ αἰτία ἐστὶν,
8. ὅτε ἅπτεται πάντων ἡ νοῦσος ἑξῆς καὶ τῶν νεωτέρων
9. καὶ τῶν πρεσβυτέρων καὶ γυναικῶν καὶ ἀνδρῶν. ὁμοίως
10. δὲ καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων καὶ
11. τῶν μᾶζαν ἐσθιόντων καὶ τῶν ἄρτον σιτεόντων καὶ τῶν
12. πολλὰ ταλαιπωρεόντων καὶ τῶν ὀλίγα. οὐκ ἂν οὖν τά
13. γε διαιτήματα αἴτια εἴη, ὁκόταν διαιτώμενοι
14. οἱ ἄνθρωποι πάντα τρόπον, ἁλίσκωνται ὑπὸ τῆς αὐτέης
15. νούσου.
17. Ὅτι μὲν τὸ κοινὸν πολλοῖς νοσήμασι κοινὴν ἔχει τὴν
18. αἰτίαν ὀρθῶς εἶπεν, ὥσπερ γε καὶ τὰ ἄλλα πάντα τὰ
1. κατὰ τὴν ῥῆσιν, οὐ μὴν ὀρθῶς εἰς μόνον τὸν ἀέρα τὴν
2. τῶν κοινῶν νοσημάτων ἀναφέρει γένεσιν, εἴπερ οἱ
3. ἐν Αἴνῳ ἐν λιμῷ ὀσπριοφαγέοντες σκελέων ἀκρατέες ἐγένοντο,
4. ἀτὰρ καὶ οἱ ὀροβοφαγέοντες, γονυαλγέες. ἴσμεν δ᾿
5. ὅτι καὶ πυροὺς ἡμισαπεῖς διὰ λιμὸν ἀναγκασθέντες ἐσθίειν
6. τινὲς κοινὸν ἀπὸ τῆς κοινῆς αἰτίας ἐνόσησαν νόσημα καί
7. που στρατόπεδον ὅλον ὕδατι μοχθηρῷ χρησάμενον ὁμοίως
8. ἐν ἅπασι τοῖς στρατιώταις τὴν βλάβην ἔσχε. τὰ δ᾿ ἄλλα
9. τῆς ῥήσεως δῆλα.