Galenus. In Hippocratis De natura hominis commentaria libr. I-II (In Hipp. De nat. hom. comm.) [n° 090 Fichtner] [GalLat]

Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
Mewaldt, 1914.
Hippocratis De natura hominis et Galeni in eum commentarius, 1828, vol. 15, p. 1-173. urn:cts:greekLit:tlg0057.tlg085.verbatim-lat1

Hippocratis De natura hominis et Galeni in eum commentarius, 2.4, ed. Kühn, 1828, vol. 15, p. 119-122. urn:cts:greekLit:tlg0057.tlg085.1st1K-grc1:2.4


12. Ὁκόταν δ᾿ αἱ νοῦσοι γίνωνται παντοδαπαὶ κατὰ τὸν αὐτὸν
13. χρόνον, δῆλον ὅτι τὰ διαιτήματά ἐστιν αἴτια ἕκαστα
14. ἑκάστοισιν. καὶ τὴν θεραπείην χρὴ ποιέεσθαι ἐναντιούμενον
15. τῇ προφάσει τῆς νούσου, ὥσπερ μοι πέφρασται
16. καὶ ἑτέρωθι, καὶ τῇ τῶν διαιτημάτων μεταβολῇ. δῆλον
17. γὰρ δὴ ὅτι οἶσί γε εἴωθε χρέεσθαι ὁ ἄνθρωπος διαιτήμασιν,
1. οὐκ ἐπιτήδειά οἵ ἐστιν ἢ πάντα, ἢ τὰ πλείω,
2. ἢ ἕν γέ τι αὐτέων. ἃ χρὴ καταμανθάνοντα μεταβάλλειν
3. καὶ σκεψάμενον τοῦ ἀνθρώπου τὴν φύσιν τήν τε ἡλικίην
4. καὶ τὸ εἶδος καὶ τὴν ὥρην τοῦ ἔτεος καὶ τῆς νούσου
5. τὸν τρόπον, τὴν θεραπείην ποιέεσθαι ποτὲ μὲν ἀφαιρέοντα,
6. ποτὲ δὲ προστιθέντα, ὥσπερ μοι καὶ πάλαι εἴρηται,
7. πρὸς ἑκάστας τῶν ἡλικιέων καὶ τῶν ὡρέων καὶ
8. τῶν εἰδέων καὶ τῶν νούσων, ἔν τε τῇ φαρμακείῃ προτρέπεσθαι
9. καὶ ἐν τοῖσι διαιτήμασιν. ὁκόταν δὲ νουσήματος
10. ἑνὸς ἐπιδημίη καταστῇ, δῆλον ὅτι οὐ τὰ διαιτήματα αἴτιά
11. ἐστιν, ἀλλ᾿ ὃ ἀναπνέομεν, τοῦτ᾿ αἴτιόν ἐστι καὶ τοῦτο
12. δῆλον ὅτι νοσερήν τινα ἀπόκρισιν ἔχον ἂν εἴη. τοῦτον
13. οὖν χρὴ τὸν χρόνον τὰς παραινέσιας ποιέεσθαι τοῖσιν
14. ἀνθρώποισι τοιάσδε. τὰ μὲν διαιτήματα μὴ μεταβάλλειν,
15. ὅτι γε οὐκ αἴτιά ἐστι τῆς νούσου. τὸ δὲ σῶμα ὁρῇν
16. ὅκως ἔσται ὡς ἀογκότατον καὶ ἀσθενέστατον. τῶν τε
17. σιτίων ἀφαιρέοντα καὶ τῶν ποτῶν οἷς εἰώθει χρέεσθαι
18. κατ᾿ ὀλίγον. ἢν γὰρ μεταβάλλῃ ταχέως τὴν δίαιταν,
1. κίνδυνος καὶ ἀπὸ τῆς μεταβολῆς νεώτερόν τι γενέσθαι ἐν
2. τῷ σώματι. ἀλλὰ χρὴ τοῖσι μὲν διαιτήμασιν οὕτω χρῆσθαι,
3. ὅτε γε φαίνεται, οὐδὲν ἀδικέοντα τὸν ἄνθρωπον.
4. τοῦ δὲ πνεύματος, ὅκως ῥεῦσις ὡς ἐλαχίστη εἰς τὸ σῶμα
5. εἰσίοι καὶ ὡς ξενοτάτη ἔσται προμηθέεσθαι. τῶν δ᾿ αὖ
6. χωρίων τοὺς τόπους μεταβάλλοντα εἰς δύναμιν, ἐν οἷσιν
7. ἂν ἡ νοῦσος καθεστήκῃ, καὶ τὰ σώματα λεπτύνοντα. οὕτως
8. γὰρ ἂν ἥκιστα πολλοῦ τε καὶ πυκνοῦ πνεύματος
9. χρῄζοιεν οἱ ἄνθρωποι.

11. Ἐλλιπῆ τὴν ἴασιν ἔγραψε τῶν κοινῶν νοσημάτων, ὅταν
12. ὑπὸ τοῦ περιέχοντος γίγνηται. πολλάκις μὲν γὰρ ἀναθυμιάσεις
13. τινὲς ἐξ ἑλῶν, ἢ λιμνῶν, ἢ τελμάτων, ἢ γῆς τοιαύτης
14. αἰτίαι γίγνονται τῶν τοιούτων νοσημάτων, ἔστι δ᾿
15. ὅτε μόνη τῶν ὡρῶν ἡ κρᾶσις. ἐπὶ μὲν οὖν τῶν ἀναθυμιάσεων
16. ἰδιότητι μᾶλλον ὅλης τῆς οὐσίας, οὐχ ἁπλῇ ποιότητι
17. λυμαινομένων τοῖς σώμασιν, ὀρθῶς ἔγραψε τὴν θεραπείαν,
18. εἰς διττοὺς ἀνάγων σκοποὺς, ἀμοιβήν τε τοῦ χωρίου
1. καὶ χρείαν ὀλίγης τῆς εἰσπνοῆς, ἐπὶ δὲ τῶν ἀπὸ ποιότητος
2. βλαπτομένων οὐ μόνον ἡ θεραπεία τῶν γεγονότων
3. ἤδη νοσημάτων, ἀλλὰ καὶ ἡ προφυλακὴ τοῦ μηδ᾿
4. ὅλως συστῆναι, διὰ τῶν ἐναντίων ἔσται ποιοτήτων. εἰ μὲν
5. ἀπὸ θερμότητος ἀμέτρου βλάπτοιτό γε τὸ σῶμα, διὰ τῶν
6. ψυχόντων. εἰ δὲ ὑπὸ ψύξεως, διὰ τῶν θερμαινόντων, ἐπί
7. τε τῶν ἄλλων ποιοτήτων ἁπλῶν τε καὶ συνθέτων ἀνάλογον.
8. περὶ δὲ τῆς ἀπό τε τῶν ἡλικιῶν καὶ τῶν ὡρῶν καὶ τοῦ
9. σώματος κράσεων ἐνδείξεως εἴρηταί μοι πρόσθεν. τὸ δὲ
10. τῇ φαρμακείῃ προτρέπεσθαι δοκεῖ μοι λελέχθαι νῦν ἀντὶ
11. τοῦ προσφέρεσθαι τοῖς νοσήμασιν ἐξ ὑπεναντίου. λέγεται
12. δὲ καὶ νῦν ἔτι κατὰ τὴν Ἀσίαν ὅδε τις ἄνθρωπος προσφέρεσθαι
13. τῷδε χρηστῶς, ἢ φιλικῶς, ἢ ἀπίστως, ἢ
14. ἀπηνῶς.

Cliquer un n° de page pour en afficher l’image