17. Ὁκόσα δὲ τῶν νουσημάτων γίνεται ἀπὸ τοῦ σώματος τῶν
1. μελέων τοῦ ἰσχυροτάτου, ταῦτα δεινότατά ἐστι. καὶ
2. γὰρ ἢν αὐτοῦ μένῃ ἔνθα ἂν ἄρξηται, ἀνάγκη τοῦ ἰσχυροτάτου
3. τῶν μελέων πονεομένου πᾶν τὸ σῶμα ὀχλέεσθαι.
4. καὶ ἢν ἐπὶ τῶν ἀσθενεστέρων τι ἀφίκηται ἀπὸ τοῦ ἰσχυροτάτου,
5. χαλεπαὶ αἱ ἀπολύσιες γίνονται. ὁκόσα δ᾿ ἂν
6. ἀπὸ τῶν ἀσθενεστέρων ἐπὶ τὰ ἰσχυρότερα ἔλθῃ, εὐλυτώτερά
7. ἐστιν· ὑπὸ γὰρ τῆς ἰσχύος ἀποκλείζεται ῥηϊδίως
8. τὰ ἐπιῤῥέοντα.
10. Εἴτε μόριον εἴτε σῶμα λέγειν ἐθέλοι τις ἰσχυρότατον,
11. κυρίως μὲν ἐρεῖ τὸ πρὸς τὰς δραστικὰς ἐνεργείας
12. κάλλιστα κατεσκευασμένον, ὥς που καὶ τὸν Ἡρακλέα λέγομεν
13. ἰσχυρότατον γεγονέναι. καθ᾿ ἕτερον δὲ τρόπον ὡς
14. πρὸς τήνδε μέν τινα ἐνέργειαν ἰσχυρὸν τουτὶ τὸ σῶμα
15. καὶ τὸ μόριον, ὡς πρὸς ἑτέραν δὲ ἄλλο, καὶ κατὰ μὲν
16. πάντα ἰσχὺς ἐν ἑκάστῃ τῶν ἐνεργειῶν ἐστι τῷ δεῖνι, ἄλλο
17. δὴ κατ᾿ ἄλλην αὐτῶν ἰσχυρὸν γίγνεται. μία μὲν οὖν ἐστιν
18. ἡ ἐνέργεια τῶν καθ᾿ ὁρμὴν τοῦ ζώου κινήσεων, ὡς ἤτοι
1. τρέχοντος, ἢ συμπλεκομένου ζώοις τισὶν, ἢ διασπῶντός τι
2. τῶν σωμάτων τῶν ἐμψύχων, ἢ τῶν ἀψύχων, ἢ ἀποσπῶντος
3. ὡσαύτως ὁτιοῦν. μία δ᾿ ἄλλη δύναμις καὶ κατ᾿ αὐτὴν
4. ἐνέργειαν ζωτικὴν, καθ᾿ ἣν αἱ ἀρτηρίαι καὶ ἡ καρδία σφύζουσιν.
5. ἐπὶ δὲ ταῖς κατὰ γένος ἀλλήλων διαφερούσαις ἄλλαι
6. τινές εἰσιν ἀνομογενεῖς οὐκ ἐν τοῖς ζώοις μόνον, ἀλλὰ κᾀν
7. τοῖς φυτοῖς, διὸ καὶ φυσικὰς ὀνομάζομεν αὐτὰς, ἑλκτικὴ
8. καὶ ἀλλοιωτικὴ καὶ καθεκτικὴ καὶ ἀποκριτική. δύναται
9. τοιγαροῦν ἄλλοτε κατ᾿ ἄλλο καὶ ἄλλο σῶμα ἡ γαστὴρ εἰ
10. τύχῃ δύναμιν ἰσχυροτάτην ἔχειν, ὡς πρὸς τήνδε τὴν ἐνέργειαν,
11. οἷον ἤτοι τὴν καθεκτικὴν ἢ τὴν ἀλλοιωτικὴν, ποτὲ
12. δὲ τὸ ἧπαρ ἢ σπλὴν ἤ τι τῶν ἄλλων. ἔμπαλιν δὲ κατὰ
13. τὸ αὐτὸ ζῶον ἡ μὲν γαστὴρ· ἀσθενεστάτην ἔχει ἤτοι τὴν
14. ἑλκτικὴν, ἢ τὴν ἀποκριτικὴν δύναμιν, ἰσχυροτάτην δὲ τὸ
15. ἧπαρ. παρῆκε δὲ νῦν ὁ γράψας τὴν προκειμένην ῥῆσιν.
16. ἰσχυρὸν δ᾿ ἐννοεῖν μοι δοκεῖ, ᾧ πρὸς τὸ μὴ ῥᾳδίως πάσχειν
17. ὑπὸ τῶν τὰς νόσους ἐργαζομένων αἰτιῶν. ἔτι νὴ Δία καὶ
1. τοῦτο πρόσεστι τὸ διὰ τῆς ἀποκριτικῆς δυνάμεως, ὅταν ἐν
2. αὐτῷ τις ἀθροισθῇ περιουσία χυμῶν, εἰς ἕτερον αὐτὴν
3. ἀποπέμπειν μόριον. εἶναι δὲ δηλονότι χρὴ τοῦ δεξαμένου
4. τὸ πέμπον ἰσχυρότερον. ἔσται τοιγαροῦν καθ᾿ ἕκαστον
5. σῶμα τὸ μέν τοι ἀσθενέστατον μόριον, τὰ δ᾿ ἰσχυρότατα,
6. ὥσπερ ἀμέλει καὶ πᾶσιν ὡμολόγηται τοῖς ἰατροῖς καὶ τοῖς
7. ἰδιώταις. ἀσθενεστάτους μὲν γὰρ εἶναι λέγουσι τοὺς πόδας
8. τοῖς ποδαγρικοῖς, ὥσπερ γε σύμπαν τὸ τῶν ἄρθρων γένος
9. τοῖς ἀρθριτικοῖς, ἀσθενεστάτην δὲ κεφαλὴν τοῖς
10. κεφαλαλγικοῖς. οὕτως δὲ καὶ τὸν σπλῆνα τοῖς φύσει σπληνώδεσι
11. καὶ τοὺς ὀφθαλμοὺς ὅσοι ῥᾳδίως ὀφθαλμίαις ἁλίσκονται
12. καὶ καθ᾿ ἕκαστον μέρος ὡσαύτως. ὄντων δὲ κατὰ
13. γένος διττῶν τῶν τὰς νόσους ἐργαζομένων αἰτιῶν, τὰ μὲν
14. γὰρ ἔξωθέν ἐστι, τὰ δὲ ἔξ αὐτῶν ἡμῶν ὁρμᾶται, καὶ πρὸς
15. μὲν τὰς ἔξωθεν βλάβας ἄλλα μόρια τῶν ἐν ἡμῖν ἐστιν
16. ἐνίοτε ἀσθενῆ, πρὸς δὲ τὰς ἔνδοθεν ἄλλα. διότι καὶ τῶν
17. αἰτιῶν αὐτῶν αἱ δυνάμεις ἑτερογενεῖς εἰσιν. ἐξ ἡμῶν γὰρ
18. κατὰ πλῆθος χυμῶν ἢ μοχθηρίαν αἱ νόσοι γίγνονται. τὰ
1. δ᾿ ἔξωθεν αἴτια τὰ μὲν τῷ δυσκρασίαν τινὰ ἐργάζεσθαι,
2. τὰ δὲ τῷ θλᾷν, ἢ τέμνειν ἀδικεῖ τὰ τῶν ζώων σώματα.
3. τὸ γὰρ τῶν ἐξαρθρημάτων πάθος ὑπ᾿ ἀμφοτέρων ἔοικε
4. γίγνεσθαι. καὶ γὰρ αὐτὸς εἷς μόνος ἄνευ συμπλοκῆς τῆς
5. πρὸς ἕτερον ἔξαρθρον ἐποίησεν, ἤτοι γόνυ βαδίζων, ἢ
6. γένυν χασμώμενος, ἤ τι τῶν ἄλλων ἄρθρων, ἢ ὁπωσοῦν
7. ἐνεργῶν, ἢ περιστρεφόμενος, ἤδη δὲ καὶ κάταγμά τις ἔπαθεν
8. ἄνευ τῆς ἔξωθεν αἰτίας, ἐν περιστροφαῖς ἀθρόαις, ἢ
9. τῷ πηδῆσαι σφοδρότερον· ὥσθ᾿ ὅσα γένη τῶν |αἰτιῶν ἐστι,
10. τοσαῦτα καὶ τῆς τῶν πασχόντων ῥᾳδίως, ἢ μὴ πασχόντων
11. μορίων ἀσθενείας τε καὶ ἰσχύος. αἱ μὲν οὖν ἐκ τῶν χυμῶν
12. ὁρμώμεναι νόσοι κατὰ τὴν ῥώμην τε καὶ ἀσθένειαν
13. ἅπασι γίγνονται τῶν ἀποκριτικῶν δυνάμεων. συμπεφυκότων
14. γὰρ ἀλλήλοις τῶν τοῦ ζώου μορίων ἐκ τῶν ἀπωθεῖσθαι
15. δυνατωτέρων εἰς ἕτερα μεταῤῥέουσιν οἱ νοσοποιοὶ
16. χυμοὶ καὶ πάλιν ἐξ ἐκείνων εἰς ἕτερα, μέχρις ἄν τινι τῶν
17. ἀσθενεστέρων στηριχθῶσιν, ὃ μηκέτ᾿ ἔχει μηδὲν ἀσθενέστερον
18. ἑαυτοῦ μέρος, ὥστε πέμψειν τὸν λυποῦντα χυμόν. ἐὰν
1. μὲν οὖν ἐκροὰς ἔχῃ τοῦτο τὸ μόριον, ὡς ἔντερά τε καὶ γαστὴρ
2. καὶ κύστις καὶ μήτρα, δι᾿ ἐκκρίσεως ἐκκενωθῇ τὸ λυποῦν
3. αἴτιον. ἐάν γε λεπτότερον ᾖ κατὰ τὴν σύστασιν τῶν
4. ἐκροῶν τοῦ μορίου, πολλάκις καὶ ἀναῤῥαγέντων, ἢ καὶ ἀναστομωθέντων
5. ἀγγείων, ἐπὶ πλέον ἡ κένωσις ἐγένετο, καθάπερ
6. ἐν ταῖς χωρὶς τραυμάτων αἱμοῤῥαγίαις. ἐὰν δὲ μὴ
7. ἀναστομωθῇ, μήτ᾿ ἀναῤῥαγῇ, παχὺς ἢ γλίσχρος κατασκήψας
8. χυμὸς ὄγκον ἐργάζεται παρὰ φύσιν ἐν τῷ
9. μορίῳ. τοιαύτη μὲν οὖν τίς ἐστιν ἰσχὺς καὶ ἀσθένεια τῶν
10. μελῶν τοῦ σώματος ἐν τοῖς πάθεσιν, ὅσα τὴν γένεσιν ἐξ
11. ἡμῶν αὐτῶν ἔχει· τὰ δὲ ὑπὸ τῶν ἔξωθεν αἰτιῶν πάσχοντα
12. κατὰ τὸ θερμαίνεσθαι καὶ ψύχεσθαι καὶ ξηραίνεσθαι καὶ
13. ὑγραίνεσθαι τοὐπίπαν ἔοικε πάσχειν. σπάνια γάρ ἐστι τὰ
14. διὰ τοῦ θλᾷν, ἢ τέμνειν, ἤ τι τοιοῦτο ποιεῖν εἰς νόσους
15. ἄγοντα τὰ τῶν ζώων σώματα. γενήσεται τοίνυν ἐν ταῖς
16. τοιαύταις νόσοις ἄλλο πρὸς ἄλλην αὐτοῦ ἀσθενές τε καὶ
17. ἰσχυρόν. ὅσα μὲν γάρ ἐστι φύσει ψυχρότερα μόρια, ταῦτα
18. πείσεται ῥᾳδίως ὑπὸ τῶν ψυχόντων αἰτίων, ὅσα δὲ θερμότερα,
1. πρὸς τῶν θερμαινόντων. ἀνάλογον δὲ τούτοις ἐπὶ
2. τῶν καθ᾿ ὑγρότητα καὶ ξηρότητα δυσκράτων· ἐνδέχεται δὲ
3. αὐτῶν τούτων ἔνια μὲν ὑπὸ τῶν θερμαινόντων, ἢ ψυχόντων,
4. ἢ ξηραινόντων, ἢ ὑγραινόντων αἰτίων ἑτοίμως πάσχειν,
5. ἰσχυροτέραν δ᾿ ἕτερον μόριον ἔχον τὴν ἀποκριτικὴν δύναμιν,
6. εὐθέως ἀποπέμπειν εἰς ἐκεῖνα τὸ σφέτερον κακόν. ἐπεὶ
7. τοίνυν οὐχ ἁπλῶς γίγνεταί τε καὶ νοεῖται μόριον ἰσχυρότερον,
8. ἢ ἀσθενέστερον, ἀλλὰ κατὰ πλείονας τρόπους ἑτερογενεῖς,
9. οὐχ οἷόν τέ ἐστι κρῖναι τὴν προκειμένην ῥῆσιν,
10. οὐδ᾿ ἀποφήνασθαι πότερον ἀληθὴς ἢ ψευδής. ἐκεῖνό γε
11. μήν ἐστι καὶ περὶ τῆσδε καὶ περὶ τῶν ἄλλων ἁπασῶν εἰπεῖν,
12. ὅσαι περὶ τῶν πολλαχῶς λεγομένων τε καὶ
13. νοουμένων ἀδιορίστως ἀποφαίνονται, συγκεχυμένην τε καὶ
14. ἀδιάρθρωτον εἶναι τὴν ἀπόφασιν αὐτῶν, ὡς μηδένα τῶν
15. ἀκουσάντων αὐτῆς ὠφελεῖσθαι. καὶ μέντοι καὶ ἀντιλογίαν
16. ἰσχυρὰν ἔχει τὸ κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένον,
17. ἔνθα φησὶν· ὁκόσα δ᾿ ἂν ἀπὸ τῶν ἀσθενεστέρων ἐπὶ τὰ
18. ἰσχυρότερα ἔλθῃ, εὐλυτώτερά ἐστιν. ὑπὸ γὰρ τῆς ἰσχύος
1. ἀποκλείζεται ῥηϊδίως τὰ ἐπιῤῥέοντα, διὸ καὶ διαφόρως ἔγραψαν
2. οἱ ἐξηγηταὶ τὴν τοῦ ἀποκλείζεται ἐξήγησιν, ἔνιοι μὲν
3. ἀποκλείζεται γράψαντες, ἔνιοι δὲ ἀποκλείεται, τινὲς δὲ ἀποπαγιώσεται,
4. τὴν τρίτην συλλαβὴν τοῦ ἀποπαγιώσεται ῥήματος
5. διὰ τοῦ ω προενεγκάμενοι, τινὲς δὲ διὰ τοῦ η
6. καὶ σ, καθάπερ ὁ Διοσκουρίδης, ἀπὸ τοῦ παγήσεσθαί φασιν,
7. ἀντὶ τοῦ ἀποκρούεσθαι εἰρῆσθαι τοῦτο τὸ ῥῆμα. ἀλλ᾿
8. εἴπερ ἀπὸ τῶν ἀσθενεστέρων μορίων ἐπί τι τῶν ἰσχυροτέρων
9. ἀφικνούμενος ὁ λυπῶν χυμὸς ἀποκρουσθείη, πάλιν
10. ὑπ᾿ αὐτοῦ πλέον οὐδὲν οὕτω γε τῷ κάμνοντι γένοιτο. βέλτιον
11. οὖν γράφειν τὴν λέξιν ὧδέ πως. ἀπὸ γὰρ τῆς ἰσχύος
12. ἀναλώσεται τὰ ἐπιῤῥέοντα, τουτέστιν ἀναλωθήσεται πεττόμενά
13. τε καὶ διαφορούμενα. τινὲς δὲ τὰ κυριώτατα μόριά
14. φασιν εἰρῆσθαι νῦν ἰσχυρότατα, ψευδῆ ποιοῦντες τὸν λόγον.
15. ἀπὸ γὰρ τῶν κυριωτέρων μορίων εἰς ἀκυρώτερα μεθίστασθαι
16. τοὺς λυποῦντας χυμοὺς, οὐκ ἀπὸ ἀκυρωτάτων
17. εἰς τὰ κυριώτατα βέλτιόν ἐστι. πολλάκις δ᾿ ἤδη τεθεάμεθα
18. τῶν ἐπὶ τὰ κῶλα φερομένων χυμῶν ἐν ἀρθρίτισί τε καὶ
1. ποδάγραις ἀποκρουσθέντων ἐκεῖθεν, εἶτ᾿ ἐπὶ τι κύριον ἐλθόντων,
2. ἀποθανόντα τὸν ἄνθρωπον, εἶναί τε μίαν
3. ἐλπίδα σωτηρίας, ἐὰν δυνηθῶμεν αὖθις ἐπὶ τὸ κῶλον αὐτοὺς
4. ἀντισπάσαι.