7. Αἱ παχύταται δὲ τῶν φλεβῶν ὧδε πεφύκασιν· τέσσαρα
8. ζεύγεά ἐστιν ἐν τῷ σώματι καὶ ἓν μὲν δὴ αὐτέων ἀπὸ
9. τῆς κεφαλῆς ὄπισθεν διὰ τοῦ αὐχένος, ἔξωθεν ἐπὶ τὴν
10. ῥάχιν, ἔνθεν τε καὶ ἔνθεν ἐς τὰ ἰσχία ἀφικνέεται καὶ ἐς
11. τὰ σκέλεα, ἔπειτα διὰ τῶν κνημέων, ἕως τῶν σφυρῶν
12. τὰ ἔξω καὶ ἐς τοὺς πόδας διήκει. δεῖ οὖν τὰς φλεβοτομίας
13. τὰς ἐπὶ τῶν ἀλγημάτων τῶν ἐν τῷ νώτῳ καὶ τοῖσιν
14. ἰσχίοισιν ἀπὸ τῶν ἰγνύων ποιέεσθαι καὶ ἀπὸ τῶν
15. σφυρῶν ἔξωθεν. αἱ δὲ ἕτεραι φλέβες ἔχουσαι τὴν ἀρχὴν
16. ἀπὸ τῆς κεφαλῆς παρὰ τὰ οὔατα διὰ τοῦ αὐχένος αἱ
17. σφαγίτιδες καλεόμεναι, εἴσωθεν ἀπὸ τῆς κοίλης παρὰ τὴν
18. ῥάχιν ἑκατέρωθεν φέρουσαι παρὰ τὰς ψόας καὶ ἐς τοὺς ὄρχιας
1. καὶ ἐς τοὺς μηροὺς καὶ διὰ τῶν ἰγνύων ἐκ τοῦ εἴσωθεν μέρους,
2. ἔπειτα διὰ τῶν κνημέων παρὰ τὰ σφυρὰ τὰ εἴσωθεν μέρεος
3. καὶ ἐς τοὺς πόδας. δεῖ οὖν τὰς φλεβοτομίας ποιέεσθαι
4. πρὸς τὰς ὀδύνας, τὰς ἀπὸ τῶν ψοῶν καὶ τῶν ὄρχεων,
5. ἀπὸ τῶν ἰγνύων καὶ ἀπὸ τῶν σφυρῶν εἴσωθεν. αἱ δὲ
6. τρίται φλέβες ἐκ τῶν κροτάφων διὰ τοῦ αὐχένος ὑπὸ τὰς
7. ὠμοπλάτας, ἔπειτα ξυμφέρονται ἐπὶ τὸν πνεύμονα καὶ
8. ἀφικνέονται ἡ μὲν ἐκ τῶν δεξιῶν εἰς τὰ ἀριστερὰ, ἡ δὲ
9. ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιά. καὶ ἡ μὲν δεξιὰ ἀφικνέεται
10. καὶ ἐκ τοῦ πνεύμονος ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸν
11. σπλῆνα καὶ ἐς τὸν νεφρὸν, ἡ δὲ ἐκ τῶν ἀριστερῶν ἐπὶ
12. τὰ δεξιὰ ἐκ τοῦ πνεύμονος ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸ
13. ἧπαρ καὶ ἐς τὸν νεφρόν. τελευτῶσι δὲ ἐς τὸν
14. ἀρχὸν αὗται ἀμφότεραι. αἱ δὲ τέταρται ἀπὸ τοῦ ἔμπροσθεν
15. τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ὑπὸ τὸν αὐχένα
16. καὶ τὰς κληῖδας, ἔπειτα δὲ ὑπὲρ τῶν βραχιόνων
17. ἄνωθεν ἐς τὰς ξυγκαμπτὰς, ἔπειτα δὲ διὰ τῶν πήχεων
18. καὶ ἐπὶ τοὺς καρποὺς καὶ τοὺς δακτύλους, ἔπειτα ἀπὸ
19. τῶν δακτύλων πάλιν διὰ τῶν πήχεων καὶ τῶν χειρῶν
20. ἄνωθεν ἐς τὰς ξυγκαμπτὰς καὶ διὰ βραχιόνων τοῦ κάτωθεν
1. μέρεος ἐς τὰς μασχάλας καὶ ἀπὸ τῶν πλευρέων ἄνωθεν
2. ἡ μὲν ἐς τὸν σπλῆνα ἀφικνέεται, ἡ δὲ εἰς τὸ ἧπαρ,
3. ἔπειτα ὑπὲρ τῆς γαστρὸς ἐς τὸ αἰδοῖον τελευτῶσιν ἀμφότεραι.
4. καὶ αἱ μὲν παχύταται τῶν φλεβῶν ὧδε ἔχουσιν.
5. εἰσὶ δὲ καὶ ἀπὸ τῆς κοίλης φλέβες ἀνὰ τὸ σῶμα
6. πάμπολλαί τε καὶ παντοῖαι καὶ δι᾿ ὧν τῷ σώματι τροφαὶ
7. ἔρχονται.
9. Τῶν κατὰ τὰς τέχνας ἀμφισβητουμένων ἔνια μὲν αἴσθησις,
10. ἔνια δὲ ἀπόδειξις κρίνει. τὰ μὲν οὖν αἰσθήσει
11. κρινόμενα τῆς κρινούσης αἰσθήσεως ἐῤῥωμένης δεῖται, τὰ
12. δ᾿ ἀποδείξει τοῦ λογισμοῦ γεγυμνασμένου. περὶ μὲν οὖν
13. τῆς τῶν σιτίων πέψεως τῆς ἐν γαστρὶ καὶ τῆς μετὰ ταύτην
14. τῶν χυμῶν γενέσεως, ἀναδόσεως τε καὶ θρέψεως, ὅσα
15. τ᾿ ἄλλα τοιαῦτα, λογισμοῦ δεόμεθα τοῦ κρίνοντος τὰς εἰρημένας
16. ὑπὸ τῶν παλαιῶν δόξας. εἰ δὲ τέτταρας ἔχει κοιλίας
17. τὰ μηρυκάζοντα ζῶα, τὰ δ᾿ ἀμφόδοντα μίαν, αἰσθήσεως,
18. οὐκ ἀποδείξεως χρεία. ἔμπαλιν οὖν ἔχει τὸν ἔλεγχον
1. τῶν ψευδομένων τά τε αἰσθήσει κρινόμενα καὶ τὰ τῷ λογισμῷ.
2. τὰ μὲν γὰρ αἰσθήσει κρινόμενα τοῖς διαλεγομένοις
3. πρὸς ἀλλήλους ἑτοιμοτάτην φέρει τὴν κρίσιν, ἐπὶ τὸ φαινόμενον
4. ἐν ταῖς ἀνατομαῖς ἀφικνουμένοις. τὰ δ᾿ ἀποδείξει
5. καὶ χωρὶς ἀνατομῆς κρίνασθαι δύναται, γραφομένης τῆς
6. ἀποδείξεως. ἐὰν οὖν τις ἀναγκάζηται διὰ γραμμάτων ἀντιλέγειν
7. τοῖς ἀναισχυντότατά τε καὶ ἀμαθέστατα τολμήσασιν
8. ἀποφήνασθαι περί τινος ἀνατομικοῦ θεωρήματος, αἰσθήσει
9. τὴν κρίσιν ἔχοντος, οἱ μὴ γινώσκοντες τὸ φαινόμενον
10. ἐν ταῖς ἀνατομαῖς, ἀδυνατοῦσι διακρίνειν ἀπὸ τῶν ἀληθευόντων
11. τοὺς ψευδομένους. ὥσπερ γὰρ ἐάν τις λέγῃ Κρήτην
12. οὐκ εἶναι νῆσον, ὑπὸ πάντων τῶν ἀκουόντων καταγινώσκεται,
13. διότι γινώσκουσιν αὐτὴν εἶναι νῆσον, οὕτως ἐάν
14. τις λέγῃ τέτταρας μὲν ἔχειν τὰς κοιλίας τοὺς κύνας, μίαν
15. δὲ τὰ μηρυκάζοντα, καταγελᾶται πρὸς τῶν ἑωρακότων ἐν
16. μὲν τοῖς μηρυκάζουσι τέτταρας, ἐν δὲ τοῖς κυσὶ μίαν.
17. ταὐτὸ δὴ τοῦτο καὶ περὶ τῆς τῶν φλεβῶν ἀνατομῆς ἐστιν.
1. οὐ γὰρ ἀποδείξεως ἡ κρίσις, ἀλλ᾿ αἰσθήσεως δεῖται. μέχρι
2. δ᾿ ἂν οἱ διαφωνοῦντες ἐν τοῖς ἰδίοις χαρτίοις γράφωσιν
3. ἅπερ ἂν ἐθέλωσιν, ἄδηλός ἐστιν ἡ ἀλήθεια τοῖς ἀπείροις
4. ἀνατομῆς. εἰς τοιαύτην γοῦν ἀφιγμένοι διαφωνίαν ἡμεῖς
5. ἐν τῷ παρόντι λόγῳ πρὸς τοὺς τολμήσαντας εἰπεῖν ἀπὸ
6. τῆς κεφαλῆς εἰς τὸ σῶμα τέτταρα ζεύγη φλεβῶν κατιέναι,
7. τοῖς ἀγνοοῦσι τὰ κατὰ τὰς ἀνατομὰς οὐδεμίαν δυνάμεθα
8. διὰ τῆς γραφῆς ἰσχυρὰν εἰπεῖν ἀπόδειξιν, ὅτι μηδὲ λογικῆς
9. ὅλως ἀποδείξεως, ἀλλ᾿ αἰσθήσεως μόνης ἐπιστημονικῆς ἡ
10. κρίσις δεῖται. εἰ δὲ μή τις ἄρα τὰ περὶ κρίσεως ἱστορίας
11. γεγραμμένα καὶ ἄλλοις μέν τισιν ἰατροῖς τε καὶ φιλοσόφοις,
12. οὐχ ἥκιστα δὲ τοῖς ἐμπειρικοῖς, ἐθέλοι προχειριζόμενος κατὰ
13. ταῦτα ποιεῖσθαι τὴν κρίσιν. ἐγὼ μὲν γὰρ οὐ φεύγω τὰ
14. παλαιὰ κριτήρια καὶ τὴν συμφωνίαν τῶν ἱστορησάντων,
15. καὶ μάλιστα ἂν ἔμπειρος τῆς ἱστορουμένης ὕλης
16. εἶεν, ὥσπερ Εὔδημος μὲν καὶ Ἡρόφιλος ἀνατομῆς, Κρατεύας
17. δὲ καὶ Διοσκουρίδης τῶν μεταλλικῶν φαρμάκων. εἰ
1. δέ τις ἐκφύγῃ τὴν κρίσιν ταύτην, οὐ μόνον ὀκτὼ φλέβας
2. ἀδυνατήσει δεικνύειν ἀπὸ τῆς κεφαλῆς καταφερομένας,
3. ἀλλ᾿ οὐδὲ τρεῖς ἢ δύο, μία γάρ ἐστι μόνη μεγίστη φλὲψ, ἣν
4. κοίλην ὀνομάζουσιν. διὰ δὲ τῶν κυρτῶν τοῦ ἥπατος ἐκτεταμένη
5. κατὰ τὸ τοῦ ζώου μῆκος, ὁριζουσῶν δηλονότι τῶν
6. φρενῶν τὸ κάτω καὶ τὸ ἄνω τοῦ ζώου. φέρεται δ᾿ ἡ κοίλη
7. φλὲψ αὕτη διὰ τῶν φρενῶν, ἄνω μὲν ἐπὶ τὴν καρδίαν,
8. κάτω δ᾿ ἐπὶ τὴν ῥάχιν κατὰ τὸ κυρτὸν τοῦ ἥπατος διεξερχομένη.
9. κᾄπειθ᾿ οὕτως ἀπὸ μὲν τῆς ἄνω φερομένης ἀποφυόμεναι
10. φαίνονται σαφῶς ἀπὸ στελέχους αἱ ἄνω τοῦ διαφράγματος
11. ἅπασαι φλέβες, ἀπὸ δὲ τῆς ἐπὶ τὴν ῥάχιν
12. καμπτομένης αἱ κάτω. καὶ ταῦτα γέγραπται μὲν καὶ ὑφ᾿
13. Ἱπποκράτους ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν, ἡπατῖτιν ὀνομάζοντος
14. αὐτοῦ τὴν κοίλην φλέβα. γέγραπται δὲ καὶ ὧδε
15. καὶ πρὸς ἁπάντων τῶν ἀνατομικῶν. οὐδεὶς δ᾿ ἄλλος ἰατρὸς
16. εἶπεν ὀκτὼ φλέβας ἀπὸ κεφαλῆς ἐπὶ τὰ κάτω τοῦ
17. σώματος ἥκειν οὔτε τῶν ἧττον οὔτε τῶν μᾶλλον ἀκριβῶς
1. ἀνατεμνόντων, οὐ Διοκλῆς, οὐ Πραξαγόρας, οὐκ Ἐρασίστρατος,
2. οὐ Πλειστόνικος, οὐ Φιλότιμος, οὐ Μνησίθεος, οὐ
3. Διεύχης, οὐ Χρύσιππος, οὐκ Ἀντιγένης, ἢ Μήδειος, ἢ
4. Εὐρυφῶν, οὐκ ἄλλος τις ἰατρὸς τῶν ἀρχαίων. τί δεῖ λέγειν
5. ἔτι περὶ τῶν μετ᾿ αὐτοὺς ἐπὶ πλεῖστον αὐξησάντων
6. τὴν ἀνατομικὴν θεωρίαν; ὡς Ἡρόφιλός τε καὶ Εὔδημος,
7. οἷς εἰς τὴν μέθοδον οὐκέτι οὐδεὶς προσεξεῦρεν οὐδὲν ἄχρι
8. Μαρίνου τε καὶ Νομισιανοῦ, οὐδ᾿ Ἡρακλειανὸς, ᾧ συνεγενόμην
9. ἐπὶ τῆς Ἀλεξανδρείας οὐκ ἐν παρέργῳ. μαθηταὶ δὲ
10. τῶν ἀνδρῶν τῶνδε πολλοί τε καὶ ἄλλοι, διαπρεπέστατοι
11. δὲ Νομισιανοῦ μὲν ὁ διδάσκαλος ἡμῶν Πέλοψ, Μαρίνου
12. δὲ Κόιντος. ἀλλὰ Κόιντος μὲν οὔτ᾿ ἄλλο τι βιβλίον οὔτ᾿
13. ἀνατομικὸν ἔγραψε· τῶν δ᾿ ἄλλων ἁπάντων ἀνατομικὰς
14. ἔχομεν οὐκ ὀλίγας βίβλους. ἀλλὰ καὶ τῶν Κοΐντου μαθητῶν
15. ἐστιν ἀνατομικὰ συγγράμματα, καθάπερ τὰ Σατύρου
16. τε τοῦ ἡμετέρου διδασκάλου καὶ Λύκου. τούτων οὖν ἁπάντων
17. καὶ πρὸς τούτοις ἄλλων πολλῶν ἀνατομὰς γεγραφότων
1. οὐδεὶς οἶδε τέτταρα ζεύγη φλεβῶν ἀπὸ τῆς κεφαλῆς ὁρμᾶσθαι.
2. τοῦτο γὰρ ὅμοιόν ἐστι τῷ λέγειν ὀκτὼ κατὰ τὴν
3. τῶν Ἀθηναίων πόλιν ἀκροπόλεις εἶναι, μιᾶς οὔσης μόνης.
4. κατὰ μέν γε τὴν Ῥωμαίων πόλιν ἐγχωρεῖ τινα φᾶναι τοὺς
5. ᾠκισμένους λόφους ὑπάρχειν ὀκτὼ, καθάπερ κᾂν ἕξ τις
6. φήσῃ. παρ᾿ ἕνα γὰρ ἑκάτερος ἐψεύσεται. εἰ δέ τις ἀντὶ τῶν
7. ἑπτὰ, ἕνα εἶναι φήσει τὸν ᾠκισμένον λόφον, ἢ ἔμπαλιν
8. Ἀθήνησιν ἀντὶ μιᾶς ἀκροπόλεως ὀκτὼ, πολλῷ μᾶλλον ψεύσεται
9. τοῦ παρ᾿ ἕνα τἀληθῆ εἰπόντος. διαφερομένης οὖν
10. ἀπὸ τῶν κυρτῶν τοῦ ἥπατος εἰς τὰ τοῦ σώματος ἄνω μιᾶς
11. φλεβὸς, ἢ κᾂν ἄνωθεν ἄρξηταί τις ἀνατέμνειν, οὐκ ἀναφέρεσθαι,
12. ἀλλὰ καταφέρεσθαι λεχθήσεται, μία δ᾿ ὡσαύτως
13. φανεῖται, γελοιότατος ἂν εἴη τις ὀκτὼ λέγων ἄνωθεν κάτω
14. φέρεσθαι φλέβας. εἴτε γὰρ ἄνωθεν κάτω βουληθείης λέγειν,
15. εἴτ᾿ ἐκ τῶν κάτω μερῶν ἄνω φέρεσθαι τὴν ἡπατῖτιν ἢ
16. κοίλην ὀνομαζομένην φλέβα, μία πάντως ἐστὶν αὐτὴ διὰ
17. τῶν κυρτῶν τοῦ ἥπατος ἐκτεταμένη. εἰ μὲν οὖν ἑτέρου
1. τινὸς εὑρεθῇ βιβλίον ἀνατομὴν ἔχον τοιαύτην, οὐδ᾿ ἂν ἐποιήσατό
2. τις ὑπὲρ αὐτοῦ λόγον, οὐδ᾿ ἀναγνῶναι τὰ κατὰ μέρος
3. ὑπέμεινεν, ἀλλὰ τοῦτο μόνον ἀκούσας ὡς ἔστι τέσσαρα ζεύγη
4. φλεβῶν ἐν τῷ σώματι, καταγνοὺς ὡς ἐμπλήκτου τῆς
5. ἐπαγγελίας ἀπεχώρησεν εὐθέως. ἐπεὶ δ᾿ Ἱπποκράτους συγγράμματι
6. παρενέθηκέ τις τὸν λόγον, ἀνάγκην ἡμῖν παρέσχεν
7. ἀπολλύειν τὸν χρόνον, αὐτόν τε τοῦτον ὃν ἀναλίσκομεν
8. ἐλέγχοντες αὐτὸν, ἔτι τε πρὸς τούτοις καθ᾿ ὃν ἀναγινώσκομεν
9. τὰ κακῶς ἐγγεγραμμένα. ἀπὸ τῶν ὄπισθεν τῆς κεφαλῆς,
10. φησὶ, ζεῦγός τι φλεβῶν ὥρμηται φέρεσθαι διὰ τοῦ αὐχένος,
11. εἶτ᾿ ἐκ τῶν ἔξω μερῶν περὶ τὴν ῥάχιν ἀφικνούμενον
12. ἐπὶ τὰ ἰσχία. τοὐντεῦθεν δὲ διὰ τῆς κνήμης ἐπὶ τὰ τῶν
13. σφυρῶν ἔξω παραγίνεται. ἕτερον δ᾿ ἄλλο ζεῦγος ἄρχεται
14. μὲν, φησὶν, ἐκ τῶν περὶ τὰ ὦτα χωρίων, κατέρχεται δὲ διὰ
15. τοῦ τραχήλου τῶν σφαγιτίδων ὀνομαζομένων φλεβῶν, εἶθ᾿
16. ὥσπερ τὸ πρότερον ζεῦγος ἐκ τῶν ἔξω μερῶν περὶ τὴν
17. ῥάχιν, οὕτως ἐκ τῶν ἔνδον, τοῦτο πρός τε τοὺς ὄρχεις καὶ
18. τοὺς μηροὺς ἥκει. κᾄπειτα διὰ τῶν ἰγνύων ἐπὶ τὰ τῶν
1. σφυρῶν ἔνδον ἀφικνεῖται. τίς ἀνάσχοιτο ταῦτα ἀκούων
2. ἡμέρᾳ μιᾷ τεθεαμένος ἀνατομὰς ζώου; πολλὰ μὲν γάρ ἐστι
3. καὶ δύσδεικτα θεωρήματα κατὰ τὰς ἀνατομὰς, ὑπὲρ ὧν
4. εἰκὸς ἀγνοεῖν τινα τῶν μὴ πάνυ τετριμμένων ἐν τῷ πράγματι,
5. καὶ διὰ τοῦτο διαφωνία γέγονεν ἐπ᾿ αὐτῶν· τὸ δὲ
6. τῆς μεγίστης φλεβὸς οὕτως ἐστὶ πρόδηλον, ὡς μήτε τινα
7. λαθεῖν δύνασθαι τῶν δυνηθέντων ἐξ ἀνατομῆς τι μαθεῖν,
8. ὡμολόγηταί τε πᾶσιν ἄχρι τοῦ καὶ τοὺς ποιητὰς αὐτοὺς
9. γινώσκειν. Ὅμηρος γοῦν φησιν
12. μίαν οὖν αὐτὴν οἶδεν, ὥσπερ μία καί ἐστιν, οὐ τέσσαρας,
13. ἔξωθεν μὲν τῆς ῥάχεως δύο, δύο δὲ κατὰ τὸν αὐτὸν τρόπον
14. ἐκείναις παρατεταμένας ἑκατέρωθι τῇ ῥάχει ἄλλας.
15. ἀλλὰ τὰς μὲν τέσσαρας, ὡς ὁ διαπλάσας τὴν ἐνταῦθα γεγραμμένην
16. ἀνατομὴν ἔγραψεν, οὐδὲν ἔχει ζῶον· ἀπὸ δὲ
17. τῆς μιᾶς φλεβὸς τῆς μεγίστης ἀποφύσεις γίνονται καθ᾿
1. ὅλον τὸ μεταξὺ τῶν τοῦ νωτιαίου περάτων, ὡς Ἱπποκράτης
2. ἔγραψεν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν, τό τ᾿ ἄνω πρὸς
3. ταῖς κλεισὶ πέρας αὐτῆς καὶ τὸ κάτω πρὸς τῷ ἱερῷ ὀστέῳ.
4. καὶ τὸ μὲν εἰς τὰς σφαγίτιδας φλέβας σχίζεται, τὸ δ᾿ εἰς
5. τὰς ἐπὶ τὰ σκέλη φερομένας. πῶς οὖν ὁ τοῦτο τὸ δεύτερον
6. ζεῦγος γράψας δύο διαμενούσας τὰς σφαγίτιδας φλέβας
7. οἴεται παρὰ τὴν ῥάχιν ἐκ τῶν ἔνδον μερῶν ἐπὶ τὰ σκέλη
8. φέρεσθαι; πῶς δ᾿ ἐπὶ τὰ τῶν σφυρῶν ἔνδον ἥκειν ; μιᾶς
9. καὶ μόνης φλεβὸς εἰς ἑκάτερον τῶν σκελῶν ἀφικνουμένης,
10. οὐκ ἄλλης μέν τινος ἔνδον τῶν σφυρῶν, ἄλλης δ᾿ ἔξωθεν,
11. ἀλλὰ τῆς αὐτῆς εἰσιν ἀποβλαστήματα. ἔτι δὲ τούτων ἐστὶ
12. γελοιότερον τὸ τρίτον ζεῦγος τῶν φλεβῶν, ἃς ἐκ τῶν κροτάφων
13. ὁρμηθείσας φέρεσθαί φησι διὰ τοῦ αὐχένος ὑπὸ τὰς
14. ὠμοπλάτας εἰς τὸν πνεύμονα. κἄπειτ᾿ ἐντεῦθεν ὑπαλλαττούσας
15. τὸ κατ᾿ εὐθὺ τῆς φορᾶς ἐκτρέπεσθαι πρὸς τὰ πλάγια,
16. τὴν μὲν ἐκ τῶν δεξιῶν μερῶν ἐπὶ τὰ ἀριστερὰ μετερχομένην,
17. εἶθ᾿ ὑπὸ τὸν μαζὸν, ἐπί τε τὸν σπλῆνα καὶ τὸν
18. ἀριστερὸν ἀφικνουμένην νεφρόν. τὴν δ᾿ ἐκ τῶν ἀριστερῶν
19. μερῶν ὑπὸ τὸν δεξιὸν νεφρὸν, ἀμφοτέρας δ᾿ αὐτὰς εἰς τὸν
1. ἀρχὸν τελευτᾷν. ἀλλὰ καὶ ὁ ἀρχὸς, ὦ βέλτιστε, φαίη ἄν
2. τις εἰκότως πρὸς τὸν ταῦτα γράψαντα, παρὰ τῆς ἐπ᾿ ὀσφύϊ
3. κοίλης ἀποφύσεις λαμβάνει, κατ᾿ ἐκεῖνον τὸν τόπον, ἔνθα
4. καὶ τὰς εἰς ἑκάτερον μέρος ἀποφυομένας τῆς κοίλης, ὥσπερ
5. τινὰς κλάδους μεγάλους ἐπὶ τὰ σκέλη φέρεσθαι. τῷ δὲ
6. πνεύμονι τίς ἀγνοεῖ μὴ ὅτι τῶν ἰατρῶν, ἀλλὰ καὶ τῶν μαγείρων,
7. ἀπὸ καρδίας χορηγούμενον αἷμα διὰ μιᾶς φλεβὸς,
8. ἧς καρδίας οὐδαμόθι μέμνηται κατὰ τὸν λόγον ὁ τὸ τρίτον
9. ζεῦγος αὐτὸ πλάσας; ἀλλ᾿ ἣν ἔνιοι τῶν ἀνατομικῶν
10. ἀνδρῶν ἀρχὴν εἶναί φασιν τῶν καθ᾿ ὅλον τὸ σῶμα φλεβῶν,
11. ταύτην ἡ προκειμένη ῥῆσις οὐδεμίαν οἶδεν ἔχουσαν φλέβα.
12. καὶ γὰρ οὖν καὶ τὸ τέταρτον ζεῦγος ἄρχεσθαι μὲν ἀπό τε
13. τῶν πρόσω τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ἔφησεν,
14. ὑπὸ δὲ τὸν αὐχένα καὶ τὰς κλεῖς ἐνεχθὲν αὐτὰς, ἐπιβαίνειν
15. τῷ βραχίονι καθ᾿ ἑτέραν δηλονότι χεῖρα μίαν, εἶτ᾿ ἐκ τῶν
16. ἄνω μερῶν ἐπὶ τοὺς δακτύλους ἐνεχθείσας αὖθις ἀναφέρεσθαι
17. διὰ τῆς ὅλης χειρὸς ἐπὶ τὴν μασχάλην, ἐντεῦθέν τε
18. διὰ τῶν πλευρῶν ἰέναι, τὴν μὲν ἑτέραν ἐπὶ τὸ ἧπαρ, τὴν
19. δ᾿ ἑτέραν ἐπὶ τὸν σπλῆνα, κᾄπειτα φερομένας ἀπὸ τῆς
1. γαστρὸς εἰς τὸ αἰδοῖον ἀμφοτέρας τελευτᾷν, ὥστε οὐδ᾿ αὗται
2. διδόασί τι τῇ καρδίᾳ μέρος. πῶς οὖν εἰς τέλος ἐπελάθετο
3. τηλικούτου σπλάγχνου τῆς καρδίας ὁ ταῦτα διαπλάττων
4. ὡς καινὸς ὄντως Προμηθεύς; οὐ μὴν οὐδ᾿ ἐγκεφάλου
5. μνήμην ἐποιήσατο. δῆλον γὰρ ὅτι καὶ οὗτος ἀτιμότερος
6. ἦν τῶν σφυρῶν. ὑπὲρ ἅπασαν δὲ τυφλότητα τὸ κατὰ τοὺς
7. νεφρούς ἐστιν, ἐφ᾿ οὓς ἀπὸ τῆς κοίλης μέγισται φέρονται
8. φλέβες, ἃς παραλιπὼν ἀναπλάττει τινὰς ἀπὸ τοῦ πνεύμονος
9. ἐπ᾿ αὐτοὺς φέρεσθαι. δῆλον οὖν ἐστιν ἐξ ἁπάντων, οὐχ
10. ὥσπερ ἔνιοι τῶν ἀνατεμνόντων παρεῖδόν τινα καὶ αὐτὸς
11. οὗτος παρεωρακὼς, ἀλλ᾿ ὅλως οὐδὲν ἑωρακώς. ὁ γὰρ τὰ
12. μέγιστα μὴ βλέπων οὐ παραβλέπειν, ἀλλ᾿ ὅλως οὐ βλέπειν
13. ἀληθῶς ἂν λέγοιτο. ὅτι μὲν οὖν ἐνυπνίοις μεθυόντων ἔοικεν
14. ὁ περὶ τῶν ἀπὸ τῆς κεφαλῆς εἰς ὅλον τὸ σῶμα καταφερομένων
15. φλεβῶν λόγος οὐδεὶς ἀγνοεῖ τῶν ὅλως ἐπιχειρησάντων
16. τι θεάσασθαι κατὰ τὰς ἀνατομάς. ἄλλας μὲν γάρ
17. τινας μικρὰς παρῶφθαι τοῖς ἀνατομικοῖς εἰκὸς, οὐ μὴν
1. ἔγραψέ τις ἄλλην ἄλλως, οὐδὲ παρέλιπε τὰ καὶ τοῖς τυφλοῖς
2. δυνάμενα γενέσθαι γνωρίματα τοὺς δακτύλους τῆς
3. χειρὸς ἐπιβάλλουσι. μία γοῦν ἐστι φλὲψ δι᾿ ἧς ἐξ ἥπατος
4. εἰς ὅλον τὸ σῶμα φέρεται τὸ αἷμα, καθάπερ ἀπὸ στελέχους
5. κλάδων πολλῶν, ἀποφυομένων ἀπ᾿ αὐτῆς φλεβῶν σμικρῶν,
6. αἳ διανέμουσιν αὐτὸ τοῖς τοῦ ζώου μορίοις ἅπασιν.
7. εἰ μὲν οὖν ποταμῷ παρεικάσαις τὸ κατὰ τὴν κοίλην αἷμα,
8. τὸ δ᾿ ἀπ᾿ αὐτῆς φερόμενον εἰς τὰ μόρια τοῦ σώματος ὀχετῷ,
9. οὐδ᾿ οὕτως ψευσθήσῃ τῆς εἰκόνος. ἀλλ᾿ εἴτε ποταμῷ
10. προσεοικέναι φαίη τις, εἴτε πρέμνῳ τὴν μεγάλην φλέβα, τό
11. γε μίαν αὐτὴν εἶναι πᾶσι τοῖς ἰατροῖς ὡμολόγηται, πλὴν
12. τούτου τολμηρότατα παραγράψαντος τῷ βιβλίῳ τούτῳ τὰ
13. τέσσαρα ζεύγη. πρὸς γὰρ αὖ τοῖς ἄλλοις ὥσπερ τὴν καρδίαν
14. ἀμνημόνευτον εἴασεν, οὕτω καὶ αὐτὴν τὴν κοίλην
15. φλέβα. καί τοι τῶν γε σφαγιτίδων μνημονεύσας, εἰς ἃς
16. αὕτη σχίζεται κατὰ τὸ τοῦ θώρακος ἀνωτέρω. ὅσον γάρ
17. ἐστι μεταξὺ τούτου τε τοῦ χωρίου καὶ τοῦ τῆς ῥάχεως
18. πέρατος, ἡ μεγάλη φλέψ αὐτὸ κατείληφεν, ἀποφύουσα φλέβας
1. ἑκατέρωθεν. σχίζεται δὲ διχῇ, καθ᾿ ἑκάτερον τῶν περάτων
2. καὶ τῶν μορίων αὐτῆς. ἄνω μὲν γὰρ διὰ τοῦ τραχήλου
3. φέρονται μέγισται φλέβες, αἳ σφαγίτιδες ὀνομάζονται.
4. κάτω δὲ ἐφ᾿ ἑκάτερον σκέλος, ὡς εἴρηται, μία μὲν, μεγίστη
5. δὲ φλέψ. τῶν δὲ διὰ τοῦ τραχήλου φερομένων, αἳ
6. καλοῦνται σφαγίτιδες, ἐν τῷ δευτέρῳ ζεύγει μνημονεύσας
7. ὁ νέος οὗτος Προμηθεὺς ἄγνοιαν καὶ τόλμαν ἐπεδείξατο
8. μεγίστην, οὐδαμόθι τῆς κοίλης φλεβὸς σχιζομένης, ἐξ ἧς
9. αὗται γεννῶνται μνημονεύσας. ἐχρῆν γὰρ, εἴπερ ἑωράκει τι
10. σμικρὸν ἐν ταῖς ἀνατομαῖς, ἐς ταὐτὸ ἀλλήλαις φάναι τὰς
11. σφαγίτιδας ἰούσας μίαν ἀποτελεῖν φλέβα τὴν ἡπατῖτιν, ἢ
12. κοίλην, ἢ ὅπως ἄν τις ἑτέρως ὀνομάζειν ἐθέλει νῦν. εἰ δ᾿
13. ὡς δύο μενουσῶν αὐτῶν ὁ λόγος αὐτῷ γέγραπται
14. φάσκοντι διὰ τῶν ἔνδον μερῶν παρὰ τὴν ῥάχιν ἐπὶ τὰ τῶν
15. σφυρῶν ἔσω καταφέρεσθαι. τί ἂν οὖν ἔτι μνημονεύσῃ τις
16. τῶν μετὰ τέτταρα ζεύγη γεγραμμένων φλεβῶν; ἃς ἀπὸ τῆς
17. κοίλης ἀναφέρειν εἰς ὅλον τὸ σῶμα τὴν τροφὴν ἡγεῖται,
18. ὥσπερ τῶν εἰρημένων τεττάρων ζευγῶν, ἄλλου τινὸς ἕνεκεν
1. ὑπὸ τῆς φύσεως γεγονότων, ἀλλ᾿ οὐχὶ μίαν ἁπασῶν φλεβῶν
2. ἐχουσῶν χρείαν κοινὴν, ἀναφέρειν ἐξ ἥπατος ἅπασι τοῖς
3. τοῦ ζώου μέρεσιν αἷμα. τῶν δ᾿ ἐκ τῆς κοιλίας καὶ τῶν ἐντέρων
4. ἀνακομιζουσῶν εἰς ἧπάρ τε ἐκ τῶν ἐδεσμάτων χυλὸν
5. οὐδεμία προσωτέρω τοῦ ἥπατος ἀνέρχεται. ἀλλ᾿ οὐδὲ κατὰ
6. πολλοὺς τοῦ ἥπατος τόπους φαίνονται, καίτοι πάμπολλαι
7. τὸν ἀριθμὸν οὖσαι καθ᾿ ἃ τῇ γαστρὶ καὶ τοῖς ἄλλοις ἐντέροις
8. ὁμιλοῦσιν, ἀλλ᾿ εἰς ἕνα τόπον, ὃν ὀνομάζουσι πύλας
9. ἥπατος, ἀφικνοῦνται δὲ πᾶσαι, τοῦ θεμένου πρώτου πύλας
10. ὄνομα τῷ χωρίῳ τούτῳ πόλει μὲν ἢ οἰκίᾳ τινὶ μεγάλῃ
11. τὸ ἧπαρ παρεικάσαντος, ἀγροῖς δὲ τά τε ἔντερα καὶ τὴν
12. κοιλίαν, ἐξ ὧν ὥσπερ δι᾿ ὁδῶν τινων, πολλῶν τῶν φλεβῶν,
13. εἰς τὰς πύλας τῆς πόλεως, ἢ τῆς οἰκίας κομίζεται τὰ σιτία.
14. ληρεῖ τοίνυν ὁ νέος Προμηθεὺς ἐν ᾧ διαπλάττει ζώῳ κατὰ
15. τὸν ἑαυτοῦ λόγον. οὐ γὰρ δὴ τοῖς ἔργοις γε διέπλασέ τις
16. ζῶον, ἐν ᾧ φλέβες ἐκ τῆς κοιλίας καὶ τῶν ἐντέρων εἰς
17. ὅλον ἀναφέρουσι τὸ σῶμα τὴν τροφήν. εἰς ἕνα γὰρ ἀφικνοῦνται
18. τόπον ἅπασαι, τὰς πύλας τοῦ ἥπατος, ἐντεῦθέν
1. τε πάλιν αἱ κατὰ τὸ σπλάγχνον ὑποδεχόμεναι φλέβες τὴν
2. ἀνενεχθεῖσαν τροφὴν εἰς τὴν κοίλην φλέβα παράγουσιν, ἐξ
3. ἧς, ὡς ἔφην ὀλίγον ἔμπροσθεν, εἰς ὅλον τὸ σῶμα διανέμεται
4. τὸ αἷμα.