7. Φέρουσι δὲ καὶ ἀπὸ τῶν παχειῶν φλεβῶν εἰς τὴν κοιλίην
8. καὶ εἰς τὸ ἄλλο σῶμα καὶ ἀπὸ τῶν ἔξω καὶ ἀπὸ τῶν
9. εἴσω καὶ εἰς ἀλλήλας διδόασιν αἵ τε εἴσωθεν ἔξω καὶ αἱ
10. ἔξωθεν εἴσω.
12. Ἤρκει μὲν τῷ νέῳ Προμηθεῖ τὰ τέτταρα ζεύγη τῶν
13. φλεβῶν, οὐ μὴν ἠρκέσθη γε αὐτὸς, ἀλλ᾿ ὑπ᾿ ἀπληστίας
14. ἠσχημόνησε, προσθεὶς αὐτοῖς τὰς ἐκ τῆς κοίλης φερούσας
15. τὴν τροφὴν εἰς τὸ σῶμα. νυνὶ δ᾿ αὖθις ἐπήνεγκε τῷ λόγῳ
16. τὸν κολοφῶνα περὶ τῆς κοινωνίας τῶν φλεβῶν εἰπὼν οὐκ
17. ἀληθές. οὐδεμία γὰρ τῶν ἀπὸ τῆς κοίλης ἀποπεφυκυιῶν
18. φλεβῶν, ἃς παχείας ὠνόμασεν, εἰς ἕτερα ζεύγη διανενεμημένη,
1. εἰς κοιλίαν, ἢ ἔντερα φαίνεται καταπεφυκυῖα. καθάπερ
2. γοῦν ἐπὶ τῆς νῦν εἰρημένης ἀνατομῆς οὐδὲν ὅλως οὐδ᾿
3. ἄχρι ῥήματος ἑνὸς ἀληθὲς εἶπεν ὁ πλάστης αὐτῶν, οὕτως
4. ἐπὶ τῆς κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν οὐδὲν ὅλως ὁ Ἱπποκράτης
5. ἐψεύσατο. παραφρονοῦσιν οὖν ὅσοι οὐδ᾿ ὄναρ
6. ἀνατομῆς ἁψάμενοι, τῶν Ἱπποκράτους βιβλίων ἐξηγήσεις
7. ἐπιχειροῦσι ποιεῖσθαι. καὶ μάλιστ᾿ αὐτῶν οἱ καλοῦντες
8. ἑαυτοὺς Ἱπποκρατείους, ἑνὸς ἀνδρὸς ἡγούμενοι καὶ τοῦτον
9. εἶναι τὸν λῆρον ἅπαντα, τῆς τῶν φλεβῶν ἀνατομῆς καὶ τὴν
10. ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἀκρίβειαν. εἰ μὲν γὰρ ἐπεξεύρηταί
11. τι κατὰ τὸ ἕτερον αὐτῶν, ἐγχωρεῖ τὸν αὐτὸν ἄνδρα
12. τοῦ χρόνου προϊόντος ἑαυτοῦ βελτίονα γινόμενον ἐφ᾿ οἷς
13. ἔμπροσθεν εἰρήκει καλῶς ἕτερα προσθεῖναι. ἐπεὶ δὲ ὁ μὲν Ἱπποκράτης
14. αὐτὸς ἀκριβῶς φαίνεται γράψας οὐ μόνα τὰ σαφῶς ὁρώμενα
15. πᾶσιν, ἀλλὰ καὶ τὰ δυσθεώρητα, μὴ βλέπων δὲ καὶ ὁ τὴν
16. ἐνθάδε συνθεὶς ἀνατομὴν, ἃ καὶ ψηλαφῶν ἄν τις εὕροι,
17. πῶς ἐγχωρεῖ φάναι τὸν αὐτὸν ἀμφότερα γεγραφέναι;
1. κατὰ τί δ᾿ εὔλογον, ὅλον ἀναπληρώσας τὸν περὶ τῶν στοιχείων
2. τοῦ ἀνθρώπου λόγον, ἐφεξῆς αὐτῶν συνῆψε τὸν
3. περὶ τῶν φλεβῶν; ἢ γὰρ πᾶσαν ἐχρῆν τὴν ἀνατομὴν γράφειν,
4. ἢ μηδὲ τὴν περὶ τῶν φλεβῶν. ὑποτυπώσεσι μὲν
5. γὰρ, ἃς ἑαυτοῖς ἀναμνήσεως ἕνεκα γράφομεν, οἰκεῖόν ἐστιν
6. ὅτε τοιαύτη ποικιλία θεωρημάτων γίνεται, συγγράμματι δὲ
7. οὐδαμῶς ἐστιν οἰκεῖον ἐπιπεπληρωμένῃ τῇ προτέρᾳ διδασκαλίᾳ
8. μόριόν τι τῆς δευτέρας προσγράφειν, κᾄπειτα τοῦτο
9. καταλιπόντα μικρὸν ὕστερον ἄλλο τι γράφειν, εἶτ᾿ αὖθις
10. ἄλλο, καθάπερ ἐν τούτοις τοῖς ὑποκειμένοις ἐν τῷ περὶ
11. φύσιος ἀνθρώπου.