ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΦΥΣΙΟΣ ΑΝΘΡΩΠΟΥ
ΒΙΒΛΙΟΝ ΚΑΙ ΓΑΛΗΝΟΥ
ΕΙΣ ΑΥΤΟ ΥΠΟΜΝΗΜΑ Β.
1. Προοίμιον Γαλήνου. Αὐτὸ μὲν τὸ
2. περὶ φύσιος ἀνθρώπου βιβλίον ἐν τῷ προτέρῳ τῶνδε τῶν
3. ὑπομνημάτων ἐξήγημαι. νυνὶ δὲ τὰ προσκείμενα κακῶς
4. αὐτῷ προχειριοῦμαι, συγκείμενα καὶ αὐτὰ μετὰ διασκευῆς.
5. ἓν μὲν γάρ ἐστι μικρὸν βιβλίον ἐν ᾧ περὶ τῆς τῶν ὑγιαινόντων
6. διαίτης γέγραπται καὶ δοκεῖ Πολύβου εἶναι σύγγραμμα
1. τοῦ Ἱπποκράτους μαθητοῦ. τὸ δὲ μεταξὺ τούτου τε καὶ
2. τοῦ περὶ φύσιος ἀνθρώπου, διεσκεύασται παρεγγεγραμμένον
3. ὑπὸ τοῦ πρῶτον συνθέντος ἐς ταὐτὸ τὰ δύο ταῦτα βιβλίδια,
4. τὸ περὶ φύσιος ἀνθρώπου τοῦ Ἱπποκράτους αὐτὸ σύγγραμμα
5. καὶ τὸ Πολύβου περὶ διαίτης ὑγιεινῆς. ἐν γὰρ τῷ κατὰ
6. τοὺς Ἀτταλικούς τε καὶ Πτολεμαϊκοὺς βασιλέας χρόνῳ πρὸς
7. ἀλλήλους ἀντιφιλοτιμουμένους περὶ κτήσεως βιβλίων ἡ
8. περὶ τὰς ἐπιγραφάς τε καὶ διασκευὰς αὐτῶν ἤρξατο γίγνεσθαι
9. ῥᾳδιουργία τοῖς ἕνεκα τοῦ λαβεῖν ἀργύριον ἀναφέρουσιν
10. ὡς τοὺς βασιλεῖς ἀνδρῶν ἐνδόξων συγγράμματα.
11. μικρῶν οὖν ὄντων ἀμφοτέρων τῶν βιβλίων τοῦ
12. περὶ φύσιος ἀνθρώπου καὶ τοῦ περὶ διαίτης ὑγιεινῆς,
13. εὐκαταφρόνητον ἑκάτερον τοῦτο εἶναί τις δόξας διὰ τὴν
14. σμικρότητα συνέθηκεν ἐς ταὐτὸ ἄμφω. καί τις ἴσως
15. ἄλλος, ἢ καὶ αὐτὸς ὁ πρῶτος αὐτὰ συνθεὶς, παρενέθηκέ
16. τινα μεταξὺ τῶν δύο ταυτὶ τὰ νῦν προχειρίζεσθαι
17. μέλλοντα.