Galenus. In Hippocratis De natura hominis commentaria lib. III (In Hipp. De nat. hom. comm.) [n° 091 Fichtner] [GalLat]

Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
Galeni In Hippocratis vel Polybi opus De salubri victus ratione privatorum commentarius, 1822, vol. 15, p. 174-223. urn:cts:greekLit:tlg0057.tlg086.verbatim-lat1

Galeni In Hippocratis vel Polybi opus De salubri victus ratione privatorum commentarius, 1, ed. Kühn, 1822, vol. 15, p. 175-177. urn:cts:greekLit:tlg0057.tlg086.1st1K-grc1:3.1


12. Τοὺς ἰδιώτας ὧδε χρὴ διαιτᾶσθαι.

14. Τίνας δὲ ἰδιώτας λέγει παραλελοίπασιν οἱ ἐξηγησάμενοι
15. τὸ βιβλίον, οἷς γε δὴ παρέτυχον ὑπομνήμασιν. οὐ μὴν
16. οὐδὲ ἐπεζήτησά ποτε κατὰ τὴν παρὰ τοῖς διδασκάλοις ἀνάγνωσιν
17. τοῦ βιβλίου. νυνὶ δὲ γράφειν ἐξήγησιν αὐτοῦ προὐθέμενος
1. ἐπενόησα κακῶς παραλελεῖφθαι τοῖς τε διδασκάλοις
2. ἡμῶν καὶ τοῖς ἐξηγηταῖς ἐπισκέψασθαι τίνας ἰδιώτας
3. λέγει. δῆλον γὰρ δὴ ὅτι τὴν ἐφεξῆς γεγραμμένην δίαιταν
4. οὐ πᾶσι τοῖς ἀνθρώποις, ἀλλὰ μόνοις τοῖς ἰδιώταις συνεβούλευσεν
5. ὁ Πόλυβος. καὶ μὴν εἰ μόνοις τοῖς ἰδιώταις ὑποθήκας
6. ἔγραψεν, οὐκ ὀρθῶς οἱ ἐξηγησάμενοι τὸ βιβλίον ἀδιορίστως
7. ἤκουσαν, ὡς κοινῇ πᾶσι τοῖς ἀνθρώποις εἰρημένων
8. αὐτῶν. εὑρίσκομεν γὰρ δὴ παρὰ τοῖς Ἕλλησιν ἰδιώτας
9. ὀνομαζομένους οὐχ ἁπλῶς, ἀλλ᾿ ἐν τῷ πρός τι. τὸν μὲν γάρ
10. τινα λέγουσιν ἰδιώτην εἶναι τῆσδε τῆς τέχνης, τὸν δέ τινα
11. τοῦδε τοῦ ἐπιτηδεύματος. ἐνίοτε δὲ πρὸς τοὺς ἔθνος, ἢ
12. πόλιν διοικοῦντας, ἢ ὅλως πράττοντάς τι δημόσιον, ἀντιδιαιρούμενοι
13. τοὺς οἷον ἰδιοπραγοῦντας, ὠνόμασαν ἰδιώτας.
14. ἐπισκεπτομένῳ δή μοι τίνας τούτων νῦν ὁ Πόλυβος ἰδιώτας
15. εἴρηκε, τοὺς μὲν ἀθλητὰς ἄντικρυς ἐδόκει τῶν ἄλλων
16. ἀνθρώπων ἀποκρίνειν, ἐπειδὴ μίαν ἔχουσιν ἐκεῖνοι δίαιταν
17. ὡρισμένην ἐν ἄρτῳ καὶ κρεῶν ἐδωδῇ. τούτων δ᾿ ἑξῆς ὅσοι
1. πολεμοῦσιν ἢ ὁδοιποροῦσιν ἢ καὶ μάχονται. καὶ γὰρ τούτοις
2. οὐκ ἐγχωρεῖ διακρίνειν ἃ χρὴ προσφέρεσθαι καὶ μὴ
3. προσφέρεσθαι σιτία. χρῆσθαι γὰρ ἀναγκαῖον αὐτοῖς, οἷς ἂν
4. εὐπορήσωσιν ἕκαστος· τάχα δὲ καὶ τοὺς ὁπωσοῦν ἐσπευσμέναις
5. ὁδοιπορίαις χρωμένους ἀδύνατόν ἐστιν, ὡς ὁ Πόλυβος
6. κελεύει διαιτᾶσθαι καὶ ὅλως τοὺς ἐν ἀσχολίαις πολιτικαῖς
7. ὄντας, ἢ τῷ καλουμένῳ περιστατικῷ βίῳ. μόνοις οὖν τοῖς
8. τὰ ἴδια πράττουσιν, οὓς ὀνομάζουσιν ἰδιοπραγοῦντας, ἡ
9. ῥηθησομένη δίαιτα γίνεται.

Cliquer un n° de page pour en afficher l’image