10. Δεῖ δὲ καὶ τοὺς μὲν σαρκώδεας θᾶττον ὁδοιπορέειν, τοὺς δὲ
11. ἰσχνοὺς ἡσυχέστερον. λουτροῖσι δὲ χρὴ πολλοῖσι χρέεσθαι
12. τοῦ θέρεος, τοῦ δὲ χειμῶνος ἐλάσσοσι. χρὴ δὲ τοὺς
13. στρυφνοὺς μᾶλλον λούεσθαι τῶν σαρκωδέων.
15. Ἡ ταχεῖα κίνησις τὴν θερμασίαν ἐπὶ πλεῖον αὐξάνουσα
16. τήκει τὸ σῶμα. κατὰ δὲ τὰς βραχείας κινήσεις ἡ σύμμετρος
17. θερμασία καὶ τὴν αἱμάτωσιν καὶ τὴν θρέψιν ἐργάζεται
18. βελτίονα καὶ διὰ τοῦτο συναίρεται τοῖς ζώοις εἰς εὐτροφίαν.