2. Ἠμφιέσθαι δὲ χρὴ τοῦ μὲν χειμῶνος καθαρὰ ἱμάτια, τοῦ
3. δὲ θέρεος ἐλαιοπινέα.
5. Τὶ μὲν συνετώτερον ἐπενόησεν ὁ γράψας τοῦ τοῖς ἐξηγηταῖς
6. εἰρημένου πᾶσιν αὐτὸς ἂν εἰδείη. εἰ δὲ τὰ μὲν
7. καθαρὰ διὰ τὸ μᾶλλον θερμαίνειν ἢ καὶ τὸ τὰς διαπνοὰς
8. μὴ κωλύειν ἀξιοῖ τοῦ χειμῶνος ἀμφιέννυσθαι, τὰ δὲ ἐλαιοπινῆ
9. τοῦ θέρους ἢ διὰ τὸ ψύχειν ἢ τὰς διαπνοὰς ἀποφράττειν,
10. οὐκ ἐπαινῶ τὸν λόγον. καὶ γὰρ τῶν καθαρῶν
11. ἱματίων ὅσα πυκνὴν ἔχει τὴν ὑφὴν, καὶ μάλιστα δὲ ἂν ᾖ
12. τριβακὰ, ψύχει, τούτων οὖν ἄμεινον χρῆσθαι. τὰ γὰρ ἐλαιοπινῆ
13. ῥυπαρὰ πάντως ἐστίν. οὐδεὶς δὲ τῶν καθαρείων ἀνθρώπων
14. ἀνέχεται ῥυπαρῶν ἱματίων καὶ μάλιστα θέρους. καὶ
15. μέντοι θερμαίνει χρονίσαντα τὰ ἐλαιοπινῆ μᾶλλον τῶν καθαρῶν,
16. εἰ καὶ κατὰ τὴν πρώτην πρόπτωσιν εἴη ψυχρότατα.