17. Ἀλλὰ καὶ μονοσιτέειν καὶ ἀλουτέειν καὶ σκληροκοιτέειν
18. καὶ γυμνὸν περιπατέειν, ὅσον οἶόν τε μάλιστα εἴη.
1. Κάλλιον ἂν ἦν εἰρῆσθαι πρὸς αὐτῷ μὴ μονοσιτέειν,
2. ἀλλ᾿ ὀλιγοσιτεῖν. ἔνιοι γὰρ τῶν μονοσιτούντων πολὺ πλείω
3. προσφέρονται τῶν δὶς σιτουμένων. ὥσπερ δὲ τὸ λουτρὸν
4. ἐκθερμαῖνον τὸ σῶμα καὶ μάλιστα τοὐκτὸς, εἰς ἀνάδοσίν τε
5. τροφῆς καὶ πρόσθεσιν τῶν ἀναδοθέντων συντελεῖ, κατὰ τὸν
6. αὐτὸν λόγον ἡ ἀλουσία τοῖς ἐναντίοις συναίρεται. καὶ ἡ
7. σκληροκοιτία δὲ λυπεῖ καὶ συνέχει καὶ σφίγγει τὸ
8. σῶμα καὶ διὰ τοῦτο τὴν εἰς πᾶν μέρος ἐπίδοσιν αὐτοῦ κωλύει.
9. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ γυμνὸν περιπατεῖν
10. ψύχει μὲν ἅπαντα τὰ μετὰ τὸ δέρμα μόρια. συνελαύνει δὲ
11. εἰς τὸ βάθος καὶ τὰ σπλάγχνα τὴν θερμασίαν, ὡς πέττεσθαι
12. μὲν καλῶς τὰ σιτία, τὴν δὲ πάντη φορὰν αὐτῶν κωλύειν.