14. Ἔστω δὲ τὰ κατακλύσματα τοῖσιν μὲν παχυτέροισι καὶ
15. ὑγροτέροισιν ἁλμυρώτερα καὶ λεπτότερα, τοῖσι δὲ ξηροτέροισι
16. καὶ προσεσταλμένοισι καὶ ἀσθενεστέροισι λιπαρώτερα
17. καὶ παχύτερα. ἔστι δὲ τῶν κατακλυσμάτων λιπαρὰ καὶ παχέα
18. τὰ ἀπὸ τῶν γαλάκτων καὶ ἀπὸ ἐρεβίνθων ὕδωρ ἑφθὲν καὶ
1. τῶν ἄλλων τῶν τοιουτέων, τὰ δὲ λεπτὰ καὶ ἁλμυρὰ ἅλμη
2. καὶ θάλασσα καὶ τὰ τοιαῦτα.
4. Τὰ τμητικώτερα μὲν ἐπὶ τῶν παχυτέρων ἀξιοῖ προσφέρειν,
5. φλεγματικώτεροι γὰρ οὗτοι· τὰ λειότερα δ᾿ ἐπὶ τῶν
6. ἰσχνῶν, ὡς ἂν χολωδεστέρων ὄντων. ὁποῖαι δέ εἰσιν ἑκατέρων
7. αἱ ὗλαι, διὰ τῆς ἐχομένης ῥήσεως ἐδήλωσεν, ἐξηγήσεως
8. οὐ δεομένης· διὸ καὶ παραλιπὼν αὐτὴν ἐπὶ τὰ συνεχῆ
9. τρέψομαι.