12. Τοὺς δὲ ἐμέτους ᾧδε χρὴ ποιέεσθαι. ὅσοι μὲν τῶν ἀνθρώπων
13. παχέες εἰσὶ καὶ μὴ ἰσχνοὶ, νήστιες ἐμούντων, δραμόντες
14. ἢ ὁδοιπορήσαντες διὰ τάχεος κατὰ μέσον τῆς
15. ἡμέρης.
17. Ἐκτεθερμάνθαι βούλεται τὸ σῶμα τοῖς παχέσιν, ἐμεῖν
18. μέλλουσιν ἕνεκα τῆς χύσεως τῶν φλεγματικῶν χυμῶν, οὓς
1. πλείους ἔχουσιν οἱ παχεῖς. ἀλλὰ καὶ ἡ τῶν ἀγγείων ἀναστόμωσις
2. ἁπάντων τε τῶν κατὰ λεπτὸν πόρων ἀραίωσις
3. οὕτως ἂν μάλιστα γένοιτο. χρήσιμα δὲ ταῦτα πάντα πρὸς
4. τὸ ῥᾳδίως τε καὶ ἀλύπως γίνεσθαι τὸν ἔμετον.