7. Ἔστω δὲ ἡμικοτύλιον ὑσσώπου τετριμμένου ἐν ὕδατος
8. χοέϊ καὶ τοῦτο ἐκπιέτω, ὄξος παραχέων καὶ ἅλας
9. παραβάλλων, ὅκως ἂν μέλλῃ ἥδιστον ἔσεσθαι.
11. Ὅτι τμητικὸν εἶναι βούλεται τὸ πόμα καὶ δι᾿ ἥντινα
12. αἰτίαν οὐκ ἄδηλον. ἐπεὶ γὰρ οἱ παχεῖς ἄνθρωποι καὶ τοὺς
13. χυμοὺς ἔχουσι τοὐπίπαν παχεῖς τε καὶ ψυχροὺς καί τινας
14. αὐτῶν καὶ γλίσχρους, διὰ τοῦτο τμητικὸν εἶναι κελεύει τὸ
15. ποτὸν αὐτῶν. ὁπόσον δέ τε τὸ πλῆθος δίδωσιν οὗ συντίθησι
16. πόματα, οὐκ ἀκριβῶς ἔχω φάναι, διὰ τὸ μέτρον ἔστιν
17. ὅτε, ὃ καλοῦσι χοέα, μὴ τὸ αὐτὸ μέγεθος ἔχειν παρὰ πᾶσιν.
18. εἰ δὲ τὸν Ἀττικὸν κελεύει πίνειν, οὐ πάνυ συντίθεμαι
1. τῷ ἔθει, πολὺ γὰρ εἶναί μοι δοκεῖ. σύνηθες μέντοι τοῖς
2. παλαιοῖς ἦν, εἴτε ὀῤῥῷ γάλακτος εἴτε τοιούτῳ τινὶ κατακλύσματι
3. προείλοντο χρῆσθαι, πάμπολυ τῷ πλήθει διδόναι.