Galenus. In Hippocratis De natura hominis commentaria lib. III (In Hipp. De nat. hom. comm.) [n° 091 Fichtner] [GalLat]

Εἰς τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον Ἱπποκράτους ὑπόμνημα
Commentaire à la Nature de l’homme d’Hippocrate
Commentary on Hippocrates’ ‘Nature of Man’ (HNH)
Galeni In Hippocratis vel Polybi opus De salubri victus ratione privatorum commentarius, 1822, vol. 15, p. 174-223. urn:cts:greekLit:tlg0057.tlg086.verbatim-lat1

Galeni In Hippocratis vel Polybi opus De salubri victus ratione privatorum commentarius, 2, ed. Kühn, 1822, vol. 15, p. 177-180. urn:cts:greekLit:tlg0057.tlg086.1st1K-grc1:3.2


12. Τοῦ μὲν χειμῶνος ἐσθίειν ὡς πλεῖστα, πίνειν δὲ ὡς ἐλάχιστα.
13. εἶναι δὲ χρὴ τὸ πόμα οἶνον ὡς ἀκρητέστατον·
14. τὰ δὲ σιτία ἄρτον καὶ τὰ ὄψα ὀπτὰ πάντα.
15. λαχάνοισι δὲ ὡς ἐλαχίστοισι χρέεσθαι ταύτην τὴν ὥρην.
16. οὕτω γὰρ ἂν μάλιστα τὸ σῶμα θερμόν τε εἴη καὶ ξηρόν.

18. Τὸ κεφάλαιον εἰπὼν τῆς ὅλης διαίτης ὀρθῶς ἐποίησε
1. προσγράψας ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως, διὰ τί τῶν εἰρημένων
2. ἕκαστον αἱρεῖται. θερμαίνειν μὲν γὰρ ἀξιοῖ τὸ σῶμα
3. καὶ ξηραίνειν διὰ τὴν ἀμετρίαν τῆς κατὰ τὴν ὥραν κράσεως.
4. ὡς εἴ γε ἦν σύμμετρον, ὡς κατὰ τὸ ἔαρ ἐστὶ, σύμμετρον
5. ἂν ἐκέλευσε καὶ τὴν δίαιταν ποιεῖσθαι. φυλάττειν
6. μὲν γὰρ προσήκει τὰ συμμέτρως διακείμενα, μεταβάλλειν
7. δὲ τὰ ἀμέτρως. μεταβολὴ δὲ οὐκ ἄλλως ἂν
8. ἢ ἐκ τῶν ἐναντίων ἀμετρίων γίνοιτο. τὸ μὲν γὰρ ἀμετρότερον,
9. ἢ τεθερμασμένον, ἢ θερμαινόμενον σῶμα ψύχειν
10. προσήκει, τὸ δὲ ἐψυγμένον, ἢ ψυχόμενον θερμαίνειν. ὡσαύτως
11. δὲ κᾀπὶ καὶ κατὰ τὸ ὑγρόν τε καὶ ξηρὸν ἀμετρίας διὰ
12. τῆς τῶν ἐναντίων προσφορᾶς τὰς νοσαζούσας ὑπερβολὰς
1. καθαιρεῖν χρὴ, τὴν ἐναντίαν ἀμετρίαν προσφέροντας, τοσοῦτον
2. ἀπέχουσαν τοῦ μέσου τε καὶ συμμέτρου, ὅσον ἀφέστηκεν
3. ἡ νοσάζουσα. κατὰ τοῦτο γοῦν ἐν τῷ χειμῶνι ψυχρῷ
4. καὶ ὑγρῷ τὴν κρᾶσιν ὄντι συμφέρει ἐσθίειν μὲν ὡς
5. πλεῖστα, πίνειν δὲ ὡς ἐλάχιστα. πλεῖστα δ᾿ ἀκουστέον οὐχ
6. ὡς πρὸς τὴν δύναμιν, ἀλλ᾿ ὡς πρὸς τὰς ἄλλας ὥρας. ὡσαύτως
1.  δὲ καὶ πίνειν ὡς ἐλάχιστα πρὸς τὰς ἄλλας ὥρας ἀναφέροντα
2. τὴν παραβολήν. ὁμοίως δὲ εἴρηται καὶ τὸ τὸν
3. οἶνον ἀκρατέστατον εἶναι δεῖν ὡς πρὸς τὴν ἐν ταῖς ἄλλαις
4. ὥραις κρᾶσιν αὐτοῦ. τῷ μέντοι πρὸς τὴν δύναμιν μέτρῳ
5. καὶ τῷ πρὸς τὴν ἐνεστῶσαν ὠφέλειαν προσέχων τὸν νοῦν
6. ἀεὶ τὸ σύμμετρον οἴνου τε καὶ σιτίου δώσεις, ὥσπερ γε καὶ
7. ὕπνου καὶ γυμνασίων καὶ πάντων ἁπλῶς τῶν καλουμένων
8. ὑπὸ τῶν ἰατρῶν ἐπιτηδευμάτων. ὅτι δ᾿ οἶνος ὁ ἀκρατέστερος
9. καὶ ὅτι τὰ ὀπτὰ κρέα θερμαίνει καὶ ξηραίνει, παραβαλλόμενα
10. μάζῃ τε καὶ λαχάνοις, οὐδεὶς ἀγνοεῖ. παραπλησίως
11. δὲ καὶ ὁ ἄρτος, εἰ παραβάλλοιτο μάζῃ, θερμαίνειν τε
12. καὶ ξηραίνειν λεχθήσεται. ταῦτα οὖν ὡς παραδείγματα νομιστέον
13. εἰρῆσθαι τἀνδρὶ. σὺ δὲ καὶ τῶν ὀσπρίων ἐπιλέξῃ
14. τὰ θερμαίνοντα καὶ ξηραίνοντα, καθάπερ τὴν φακήν. ἀλλὰ
15. καὶ τῶν λαχάνων, ὅσα ταύτην ἔχει τὴν δύναμιν, ὥσπερ
16. ἡ κράμβη. καὶ τῶν κρεῶν ὡσαύτως, οἷα τὰ τῶν ἀγρίων
17. ζώων ἐστὶ καὶ τὰ ταριχευθέντα. ταῦτα δὲ λέλεκται κᾀμοὶ
1. πάντα παραδείγματος ἕνεκεν. ἡ δὲ σύμπασα κατὰ μέρος
2. ὕλη τῶν τροφῶν ἐν τρισὶν ὑπομνήμασι σύγκειται, τήνδε
3. ἐπιγραφὴν ἔχουσα, περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων.
4. ὥσπερ οὖν ταῦτα καλῶς εἴρηται περὶ τῆς κατὰ τὰς ποιότητας
5. αἱρέσεως τε καὶ φυγῆς σιτίων, οὕτω καὶ τὰ περὶ τῆς
6. τῶν σιτίων ποσότητος. ἐσθίειν γὰρ ὡς πρὸς τὰς ἄλλας ὥρας
7. πλεῖστα συγχωρητέον ἐν χειμῶνι, μεμαθηκότας ἐν ἀφορισμοῖς
8. ὀρθῶς εἰρῆσθαι. θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα
9. φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον. εἰ δὲ καὶ διὰ τί
10. γίνεται ταῦτα μαθεῖν ἐθέλοι τις, ἐδίδαξε καὶ τοῦτο κατὰ
11. τοὺς ἀφορισμοὺς εἰπών. αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται
12. φύσει, διότι τὸ περιέχον ψυχρὸν ὂν, ἐναποστέγει
13. στεγανοῦν καὶ κατακλείει τὸ ἔμφυτον θερμὸν ἐν τῷ βάθει
14. τοῦ σώματος. ἐν δὲ τῷ θέρει διαφορεῖται μὲν τοῦτο διὰ τῆς
15. διαπνοῆς. διὰ τῆς ἀναπνοῆς δὲ ἕλκεται τὸ περιέχον θερμόν.
16. ὀνομάζω δὲ ἀναπνοὴν μὲν τὴν διὰ τοῦ στόματος ἔξω τε
17. καὶ εἴσω φορὰν τοῦ πνεύματος, διαπνοὴν δὲ τὴν δι᾿ ὅλου
18. τοῦ σώματος ὁμοίως γιγνομένην.

Cliquer un n° de page pour en afficher l’image