5. Τὰ δὲ παιδία χρὴ τὰ νήπια βρέχειν ἐν θερμῷ ὕδατι πουλὺν
6. χρόνον καὶ πίνειν ὑδαρέστατον τὸν οἶνον διδόναι
7. καὶ μὴ ψυχρὸν παντάπασι. τοῦτον δὲ διδόναι, ὃς ἥκιστα
8. τὴν γαστέρα μετεωρέει καὶ φῦσαν παρέξει. ταῦτα
9. δὲ ποιέειν, ὅκως οἴ τε σπασμοὶ ἧσσον ἐπιλαμβάνωσιν καὶ
10. μείζονα γίνηται καὶ εὐχροώτερα.
12. Αὐτὸς εἶπε τοὺς σκοποὺς τῆς εἰρημένης διαίτης. ἵνα
13. γὰρ οἵ τε σπασμοὶ ἧσσον ἐπιλαμβάνωσι καὶ μείζοα γίγνηται
14. καὶ εὐχροώτερα. τὰ γὰρ ἐν ὕδατι θερμῷ βρεχόμενα
15. παιδία πλείονι χρόνῳ μαλακὰ διαμένει, τοῦτο δ᾿ εἰς
16. τὸ μὴ σπᾶσθαι συντελεῖ. τοὺς γὰρ σπασμοὺς αὐτὸς ὁ Ἱπποκράτης
17. τοῖς ἐντεταμένοις σώμασι μᾶλλον γίγνεσθαί φησι
18. τῶν ἀνιεμένων καὶ χαλαρῶν, αὔξεται δὲ τὰ μαλακὰ σώματα
1. ῥᾷον, ἐπειδὴ καὶ πάντη τὴν διάστασιν εὐκολωτέραν ἴσχῃ. ὅτι
2. δὲ τὰ μήτε σπασμοῖς ἁλισκόμενα καὶ καλῶς αὐξανόμενα
3. τὴν ὅλην ἕξιν ὑγιεινὴν ἴσχει πρόδηλον παντί. τοῦτ᾿ οὖν
4. αὐτῷ δεδήλωται δι᾿ ἑνὸς γνωρίσματος οὐ μικροῦ τῆς εὐχροίας.
5. ἀλλὰ καὶ τὸν οἶνον ὑδαρῆ κελεύει πίνειν αὐτὰ, μὴ βουλόμενος
6. ὑπερθερμαίνεσθαι καὶ μάλιστα διὰ τὸ σπᾶσθαι πολλάκις
7. αὐτὰ, ὃ πάλιν αὐτοῖς διὰ τὴν τῶν νεύρων ἀσθένειαν
8. γίνεται καὶ τὴν ἀδηφαγίαν. διὰ τοῦτ᾿ οὖν αὐτὸς καὶ μὴ
9. ψυχρὸν αὐτὰ πίνειν κελεύει. τὸ δὲ τοιοῦτον δεῖν εἶναι τὸν
10. οἶνον, ὃς ἥκιστα φυσώδης ἐστὶν, ἅπασι κοινῇ συμφέρει τοῖς
11. ἀνθρώποις, οὐ μόνον τοῖς νηπίοις.