17. Ὁκόσους γυμναζομένους μάλιστα διάῤῥοιαι λαμβάνουσι καὶ
18. τὰ ὑποχωρήματα σιτώδεα καὶ ἄπεπτα, τουτέοισι τῶν τε
1. γυμνασίων ἀφαιρέειν, μὴ ἔλασσον τοῦ τρίτου μέρους καὶ
2. τῶν σιτίων τοῖσιν ἡμίσεσι χρέεσθαι. δῆλον γὰρ δὴ ὅτι
3. ἡ κοιλίη ξυνθάλπειν οὐ δύναται, ὥστε πέσσεσθαι τὸ πλῆθος
4. τῶν εἰσιόντων σιτίων. ἔστω δὲ τουτέοισι τὰ σιτία
5. ἄρτος ὡς ἐξοπτότατος ἐν οἴνῳ ἐντετριμμένος καὶ τὰ πόματα
6. ὡς ἐλάχιστα καὶ ἀκρητέστατα, καὶ περιπάτοισι μὴ
7. χρεέσθωσαν ἀπὸ τοῦ σιτίου. μονοσιτέειν δὲ χρὴ ὑπὸ
8. τοῦτον τὸν χρόνον, οὕτω γὰρ ἂν μάλιστα ξυνθάλποιτο ἡ
9. κοιλίη καὶ τῶν εἰσιόντων ἐπικρατέοι. γίνεται δὲ ὁ τρόπος
10. οὗτος τῆς διαῤῥοίης τῶν σωμάτων μάλιστα τοῖσι πυκνοσάρκοισιν,
11. ὁκόταν ἀναγκάζηται ὁ ἄνθρωπος κρεηφαγέειν,
12. τῆς φύσιος ὑπαρχούσης τοιαύτης. αἱ γὰρ φλέβες πυκνωθεῖσαι
13. οὐκ ἀντιλαμβάνονται τῶν σιτίων τῶν εἰσιόντων.
15. Οὐ περὶ τῶν τῆς ὑγείας ἕνεκα γυμναζομένων
16. ἔοικε ποιεῖσθαι τὸν λόγον νῦν, ἀλλὰ περὶ τῶν γυμναστικῶν
17. τι μετιόντων ἐπιτηδευμάτων καὶ μήτε παύεσθαι τελέως αὐτοῦ
18. δυναμένων μήτε εἰς πάνυ βραχὺ συστεῖλαι, διὰ τοῦτο
1. αὐτῶν ἀφαιρεῖ τοῦ μὲν γυμνασίου τὸ τρίτον μέρος, τῶν δὲ
2. σιτίων τὸ ἥμισυ. τοσοῦτο γὰρ ἐλπίζει κρατήσειν αὐτοῦ,
3. ὡς μηκέτι ἀπεπτεῖν τε καὶ διαῤῥοΐζεσθαι. ὀρθῶς δ᾿ ἐποίησε
4. κᾀνταῦθα προσγράψας αὐτῶν τὸν λογισμὸν, ᾦ χρώμενος
5. αὐτά τε ταῦτα καὶ τὰ τούτοις εἰρημένα συνεβούλευσε. γίνεται
6. γὰρ, φησὶν, ὁ τρόπος οὗτος τῆς διαῤῥοΐης τοῖσι πυκνοσάρκοισι,
7. ὅταν κρεηφαγεῖν ἀναγκάζωνται, δηλώσας ἐνταῦθα
8. περὶ τῶν γυμναστικῶν εἶναι τὸν λόγον αὐτοῦ. κρεηφαγεῖν
9. γὰρ ἀναγκάζουσι τούτους· εἶτ᾿ ἐφεξῆς φησιν, αἱ φλέβες πυκνωθεῖσαι
10. οὐκ ἀντιλαμβάνονται τῶν σιτίων τῶν εἰσιόντων.
11. ἀσαφῶς δὲ εἶπε τοῦτο καὶ διὰ τοῦτο ἠναγκάσθησαν ὑπολαβεῖν
12. οἱ ἐξηγηταὶ τὸ τὰς πυκνωθείσας αὐτὸν λέγειν, ἀντὶ
13. τοῦ σκληρὰς γινομένας καὶ δυσεπεκτάτους, ὡς μὴ παραδέχεσθαι
14. τὴν τροφὴν καὶ σημαίνεσθαι τοῦτό φασιν, ἐκ τοῦ
15. οὐκ ἀντιλαμβάνονται τῶν σιτίων, ἀλλὰ τοῦτό γε τὴν ἀνάδοσιν
16. μᾶλλον, οὐ τὴν πέψιν εἴωθε βλάπτειν, ὥστε διαχωρεῖν
17. μὲν αὐτοὺς ὑγρὰ, οὐ μὴν ἄπεπτα. προείρηται δὲ ὑπ᾿ αὐτοῦ
18. σιτώδη καὶ ἄπεπτα τοὺς τοιούτους διαχωρεῖν. ὁπόταν
19. δὲ προσγράψαντος αὐτοῦ τὸν λογισμὸν, ᾧ πιστεύσας συνεβούλευσεν
1. ἅ συνεβούλευσεν, ὅμως ἀπορία τις ὑπολείπεται, τί
2. χρὴ νομίζειν γίνεσθαι κατ᾿ ἐκείνους τῶν λόγων, ἐν οἷς οὐ
3. προσέγραψε τὴν αἰτίαν ὧν κελεύει ποιεῖν ἡμᾶς. ἐγὼ δὲ εἰ
4. μὲν μὴ προσεγεγράφει περὶ τῶν πυκνοσάρκων, ὡμολόγουν ἂν
5. ἀπορεῖν παντάπασιν ὡς ἐπὶ πολλῶν ἄλλων, ἐν οἷς οὐδὲν
6. τοιοῦτον προστεθέντος τοῦ συγγραφέως ἀποφαίνονται τολμηρότατοι
7. τὸ ἐπελθὸν αὐτοῖς οἱ ἐξηγηταί. ἐπεὶ δὲ αὐτὸς
8. ἐμνημόνευσε τῶν πυκνοσάρκων, ἀφορμὴν ἔδωκε τοῦ γράψαι
9. τι καὶ αὐτοὺς χρήσιμον ἐπὶ τῶν τοιούτων φύσεων.
10. ἀθροίζουσι γὰρ οὗτοι τάχιστα πλῆθος, ἐλλιπῶς διαπνεόμενοι
11. καὶ διὰ τοῦτο τῆς ἀναδόσεως ἰσχομένης αὐτοῖς, ὑγρὰ
12. μὲν πάντως γίνεται τὰ διαχωρήματα, ποτὲ δ᾿ οὐχ ὑγρὰ
13. μόνον, ἀλλὰ καὶ λεπτὰ καὶ μάλιστα ἐπὶ τῶν ἀδηφαγούντων.
14. ὅταν μὲν γὰρ ἀναδίδοταί τι τῶν καταποθέντων, ἑτοιμότερον
15. ἡ γαστὴρ πέττει τὰ κατάλοιπα. διαμένοντος δὲ ἐν αὐτῇ
16. τοῦ πλήθους τῶν σιτίων, ὅταν ποτὲ βαρύνηται πρὸς αὐτῶν,
17. ἀποτρίβεται πάντα πρὶν πεφθῆναι. ἴσως δὲ καὶ διὰ τὴν
18. σκληρότητα τῶν φλεβῶν ἡ τῆς τροφῆς ἀνάδοσις ἐκωλύετο,
1. μὴ δυναμένων αὐτῶν ἐπὶ πλέον διαστείλασθαι, ἀλλὰ τήν γε
2. τῶν τοιούτων φύσεων ἐπιμέλειαν ἐχρῆν αὐτὸν γεγραφέναι
3. διὰ τῆς εἰς τοὐναντίον ἀγωγῆς. ἀραίωσίς τε γὰρ καὶ μάλαξις
4. ὅλης τῆς ἕξεως εἰσὶν οἱ σκοποὶ, διὰ μαλακῆς τρίψεως
5. καὶ λίπους πολλοῦ ἐν ταῖς πυέλοις γινόμεναι. ὁ δέ γε πρὸς
6. τὸ σύμπτωμα μόνον ἵσταται, παραλιπὼν αὐτοῦ τὴν οἷον ῥίζαν
7. ἐκκόψαι. λέλεκται δὲ κατὰ τὴν προκειμένην ῥῆσιν καὶ
8. τοῦτο αὐτῷ. δῆλον γὰρ ὅτι ἡ κοιλία συνθάλπειν οὐ δύναται.
9. καὶ μὴν εἴπερ ἀληθῶς ᾐτιάσατο τὴν πυκνότητα τῆς
10. ἕξεως καὶ τὰς φλέβας οὐκ ἀντιλαμβανομένας τῆς τροφῆς,
11. οὐκ ὀρθῶς αἰτιᾶται τὴν κοιλίαν. εἰ μέν τις αὐτῷ συγχωρήσειεν
12. ἀληθεύειν ἐν τούτῳ, συγχωρήσειε καὶ τὴν ἐφεξῆς
13. γεγραμμένην δίαιταν ὀρθῶς εἰρῆσθαι, τὸν ἔξοπτον ἄρτον
14. καὶ τὸ ποτὸν εὔκρατον. ἔλαττον δὲ καὶ τὴν μονοσιτίαν καὶ
15. τὸ μὴ περιπατεῖν ἐπὶ τοῖς σιτίοις.