2. Τὰ δὲ ἀραιότερα τῶν εἰδέων καὶ δασύτερα καὶ τὴν κρεηφαγίην
3. δέχεται καὶ τὰς ταλαιπωρίας μᾶλλον ὑπομένει καὶ
4. χρονιώτεραι γίνονται αὐτέοισιν αἱ εὐεξίαι.
6. Ὅτι τὰ δασύτερα τῶν σωμάτων ἀραιότερον ἔχει τό τε
7. δέρμα καὶ τὸ σαρκῶδες γένος ἐμάθομεν ἐν τοῖς περὶ κράσεων.
8. ταῦτ᾿ οὖν εἰκότως φησὶ καὶ τὴν κρεηφαγίαν ἀνέχεσθαι
9. μᾶλλον, ὡς ἂν διαπνεόμενα καὶ τὰς ταλαιπωρίας· ἧσσον
10. γὰρ ἁλίσκεται κόποις. ἐμάθομεν καὶ τοῦτο ἐν τοῖς
11. ὑγιεινοῖς. εἰ δὲ ταῦτα καὶ τὰς εὐεξίας ἕξει χρονιωτέρας, ὡς
12. ἂν μὴ εἰς ἄκρον ἀφικνουμένας ἑτοίμως.