15. Καὶ ὁκόσοι τὰ σιτία ἀνερεύγονται τῇ ὑστερέῃ καὶ
16. τὰ ὑποχόνδρια μετεωρίζεται αὐτέοισιν, ὡς ἀπέπτων τῶν
17. σιτίων ἐόντων, τουτέοισι καθεύδειν μὲν πλείονα χρόνον
1. ξυμφέρει, τῇ δὲ ἄλλῃ ταλαιπωρίῃ ἀναγκάζειν χρὴ αὐτῶν
2. τὰ σώματα καὶ τὸν οἶνον ἀκρητέστερον πινόντων καὶ πλείω
3. καὶ τοῖσι σιτίοισιν ἐλάσσοσι χρέεσθαι ὑπὸ τοῦτον τὸν χρόνον.
4. δῆλον γὰρ δὴ ὅτι ὑπ᾿ ἀσθενείης καὶ ψυχρότητος ἡ
5. κοιλίη οὐ δύναται τὸ πλῆθος τῶν σιτίων καταπέσσειν.
7. Καλῶς ἐποίησεν ἐνταῦθα προσθεὶς αὐτὸς ἐπὶ τῷ τέλει.
8. δῆλον γὰρ δὴ ὅτι ὑπὸ ἀσθενείης καὶ ψυχρότητος ἡ
9. κοιλία οὐ δύναται τὸ πλῆθος τῶν σιτίων καταπέσσειν. ὡς
10. πρὸς τοῦτον γὰρ ἀποβλέπων τὸν σκοπὸν, ἐκθερμαίνειν αὐτὴν
11. πειρᾶται. καὶ κατὰ τοῦτο καθεύδειν τε πλείω χρόνον
12. αὐτοῖς συμβουλεύει καὶ γυμνάζεσθαι, καὶ τὸν οἶνον ἀκρατέστερον
13. πίνειν καὶ πλείονα καὶ τοῖς σιτίοις ἐλάττοσι χρῆσθαι
14. κατ᾿ ἐκεῖνον τὸν χρόνον, καθ᾿ ὃν ἂν ἠπεπτηκότες τυγχάνωσιν,
15. ὡς ἄν γε τῷ λοιπῷ γυμναζόμενοί τε καὶ κινούμενοι
16. καὶ πίνοντες τὸν οἶνον, ὡς εἰρήκαμεν, οὐδέν τι δέονται
17. τῆς συμμέτρου ποσότητος τῶν σιτίων ἀφαιρεῖν.